Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/465

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
365
IIΙ 60. 61.

Ἀτλαντίδες καὶ νύμφαι διὰ τὸ τοὺς ἐγχώριους κοινῇ τὰς γυναῖκας νύμφας προσαγορεύειν.

61  Κρόνον δὲ μυθολογοῦσιν, ἀδελφὸν μὲν Ἄτλαντος ὄντα, διαφέροντα δ’ ἀσεβείᾳ καὶ πλεονεξίᾳ, γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι Δία τὸν Ὀλύμπιον ὕστερον ἐπικληθέντα. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μὲν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πολὺ λειπόμενον τοῦ μεταγενεστέρου. τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, τὸν δὲ προγενέστερον, δυναστεύοντα τῆς προειρημένης νήσου, δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθέντας Κούρητας· προσαγορεῦσαι δὲ καὶ τὴν νῆσον ἀπὸ τῆς γυναικὸς Ἰδαίαν, ἐν ᾗ καὶ τελευτήσαντα ταφῆναι, δεικνυμένου τοῦ τὴν ταφὴν δεξαμένου τόπου μέχρι τῶν καθ’ ἡμᾶς χρόνων. οὐ μὴν οἵ γε Κρῆτες ὁμολογούμενα τούτοις μυθολογοῦσι, περὶ ὧν ἡμεῖς ἐν τοῖς περὶ Κρήτης τὰ κατὰ μέρος ἀναγράψομεν· δυναστεῦσαι δέ φασι τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Ἰταλίαν, καὶ τὸ σύνολον ἐν τοῖς πρὸς ἑσπέραν τόποις συστήσασθαι τὴν βασιλείαν· παρὰ πᾶσι δὲ φρουραῖς διακατέχειν τὰς ἀκροπόλεις καὶ τοὺς ὀχυροὺς τῶν τόπων [τούτων]· ἀφ’ οὗ δὴ μέχρι τοῦ νῦν χρόνου κατά τε τὴν Σικελίαν καὶ τὰ πρὸς ἑσπέραν νεύοντα μέρη πολλοὺς τῶν ὑψηλῶν τόπων ἀπ’ ἐκείνου Κρόνια προσαγορεύεσθαι. Κρόνου δὲ γενόμενον υἱὸν Δία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι, καὶ παρεχόμενον ἑαυτὸν πᾶσιν ἐπιεικῆ καὶ φιλάνθρωπον ὑπὸ