Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/441

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
341
IIΙ 47. 48.

ἀπὸ γὰρ μηνὸς ὃν καλοῦσιν Ἀθηναῖοι μαιμακτηριῶνα τῶν ἑπτὰ τῶν κατὰ τὴν ἄρκτον ἀστέρων οὐδένα φασὶν ὁρᾶσθαι μέχρι τῆς πρώτης φυλακῆς, τῷ δὲ ποσειδεῶνι μέχρι δευτέρας, καὶ κατὰ τοὺς ἑξῆς ἐκ τοῦ κατ’ ὀλίγον [πλοϊζομένοις] ἀθεωρήτους ὑπάρχειν. τῶν δ’ ἄλλων τοὺς ὀνομαζομένους πλάνητας τοὺς μὲν μείζονας τῶν παρ’ ἡμῖν, ἑτέρους δὲ μηδὲ τὰς ὁμοίας ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι· τὸν δ’ ἥλιον οὐχ ὥσπερ παρ’ ἡμῖν βραχὺ πρὸ τῆς ἰδίας ἀνατολῆς προαποστέλλειν τὸ φῶς, ἀλλ’ ἔτι νυκτὸς οὔσης σκοταίου παραδόξως ἄφνω φανέντα ἐκλάμπειν. διὸ καὶ μηδέποθ’ ἡμέραν μὲν ἐν ἐκείνοις τοῖς τόποις γίνεσθαι πρὶν ὁραθῆναι τὸν ἥλιον, ἐκ μέσου δὲ τοῦ πελάγους φασὶν ἀναφαινόμενον αὐτὸν ὁρᾶσθαι μὲν ἄνθρακι παραπλήσιον τῷ πυρωδεστάτῳ, σπινθῆρας δ’ ἀφ’ ἑαυτοῦ μεγάλους ἀπορρίπτειν, καὶ τῷ τύπῳ μὴ κωνοειδῆ φαίνεσθαι, καθάπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κίονι τὸν τύπον ἔχειν ἐμφερῆ, μικρὸν ἐμβριθεστέραν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν, πρὸς δὲ τούτοις μήτ’ αὐγὴν ποιεῖν μήτ’ ἀκτῖνας βάλλειν ἄχρι πρώτης ὥρας, φαινομένου πυρὸς ἀλαμποῦς ἐν σκότει· δευτέρας δ’ ἀρχομένης ἀσπιδοειδῆ γίνεσθαι καὶ τὸ φῶς βάλλειν ἀπότομον καὶ πυρῶδες καθ’ ὑπερβολήν. κατὰ δὲ τὴν δύσιν ἐναντία γίνεσθαι συμπτώματα περὶ αὐτόν· δοκεῖν γὰρ τοῖς ὁρῶσι καιναῖς ἀκτῖσι φωτίζειν τὸν κόσμον