Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/423

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
323
IIΙ 38. 39.

ἡμεῖς δ’ ἀπὸ τῶν ἐσχάτων [τούτου] τοῦ μυχοῦ τόπων ἀρξάμενοι τὸν ἐφ’ ἑκάτερα τὰ μέρη παράπλουν τῶν ἠπείρων καὶ τὰς ἀξιολογωτάτας κατ’ αὐτὰς ἰδιότητας διέξιμεν· πρῶτον δὲ ληψόμεθα τὸ δεξιὸν μέρος, οὗ τὴν παραλίαν τῶν Τρωγλοδυτῶν ἔθνη νέμεται μέχρι τῆς ἐρήμου.

39  Ἀπὸ πόλεως τοίνυν Ἀρσινόης κομιζομένοις παρὰ τὴν δεξιὰν ἤπειρον ἐκπίπτει κατὰ πολλοὺς τόπους ἐκ πέτρας εἰς θάλατταν ὕδατα πολλά, πικρᾶς ἁλμυρίδος ἔχοντα γεῦσιν. παραδραμόντι δὲ τὰς πηγὰς ταύτας ὑπέρκειται μεγάλου πεδίου μιλτώδη χρόαν ἔχον ὄρος καὶ τὴν ὅρασιν τῶν ἐπὶ πλέον ἀτενιζόντων εἰς αὐτὸ λυμαινόμενον. ὑπὸ δὲ τὰς ἐσχατιὰς τῆς ὑπωρείας κεῖται λιμὴν σκολιὸν ἔχων τὸν εἴσπλουν, ἐπώνυμος Ἀφροδίτης. ὑπέρκεινται δὲ τούτου νῆσοι τρεῖς, ὧν δύο μὲν πλήρεις εἰσὶν ἐλαιῶν καὶ σύσκιοι, μία δὲ λειπομένη τῷ πλήθει τῶν προειρημένων δένδρων, πλῆθος δ’ ἔχουσα τῶν ὀνομαζομένων μελεαγρίδων. μετὰ δὲ ταῦτα κόλπος ἐστὶν εὐμεγέθης ὁ καλούμενος Ἀκάθαρτος, καὶ πρὸς αὐτῷ βαθεῖα καθ’ ὑπερβολὴν χερρόνησος, ἧς κατὰ τὸν αὐχένα στενὸν ὄντα διακομίζουσι τὰ σκάφη πρὸς τὴν ἀντιπέρας θάλατταν. παρακομισθέντι δὲ τοὺς τόπους τούτους κεῖται νῆσος πελαγία μὲν τῷ διαστήματι, τὸ δὲ μῆκος εἰς ὀγδοήκοντα σταδίους παρεκτείνουσα, καλουμένη δὲ Ὀφιώδης, ἣ τὸ μὲν