Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/414

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
314
DIODORI SICULI

[ὄντων] θηρίων τῶν κατὰ τὰς ὑποκειμένας χώρας ἐν μέρει διέξιμεν. ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀλκῇ δὲ καὶ βίᾳ παραπλήσιον ὂν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον, τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ. ἐπὶ δ’ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμόν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές. τοῦτο περὶ τῆς νομῆς ἀεὶ διαφερόμενον ἐλέφαντι τὸ μὲν κέρας πρός τινα τῶν πετρῶν θήγει, συμπεσὸν δ’ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα. τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει. ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων. αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικὴν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι, τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλέον καὶ διδασκαλίαν μεθοδικὴν ἐπιδέχονται. οἱ δ’ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται. ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθά-