Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/386

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
286
DIODORI SICULI

ζουσα καλύπτει, καὶ λάβρῳ καὶ πολλῷ κύματι συναποκομίζει πρὸς τὴν χέρσον ἄπιστον πλῆθος παντοίων ἰχθύων, οἳ τὸ μὲν πρῶτον ἐν τῇ παραλίῳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις καὶ τὰ κοιλώματα· ἐπὰν δ’ ὁ τῆς ἀμπώτεως ἔλθῃ χρόνος, τὸ μὲν ὑγρὸν ἐκ τοῦ κατ’ ὀλίγον διὰ τῶν κεχωσμένων λίθων καὶ φαράγγων ἀπορρεῖ, οἱ δ’ ἰχθῦς ἐν τοῖς κοιλώμασι καταλείπονται. κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸ πλῆθος τῶν ἐγχωρίων μετὰ τέκνων καὶ γυναικῶν εἰς τὰς ῥαχίας ἀθροίζεται καθάπερ ἀφ’ ἑνὸς κελεύσματος. σχιζομένων δὲ τῶν βαρβάρων εἰς τὰ κατὰ μέρος συστήματα, πρὸς τοὺς ἰδίους ἕκαστοι τόπους μετὰ βοῆς ἐξαισίου φέρονται, καθάπερ αἰφνιδίου τινὸς κυνηγίας ἐμπεπτωκυίας. εἶθ’ αἱ μὲν γυναῖκες μετὰ τῶν παίδων τοὺς ἐλάττονας τῶν ἰχθύων καὶ πλησίον ὄντας τῆς χέρσου συλλαμβάνουσαι ῥίπτουσιν ἐπὶ τὴν γῆν, οἱ δὲ τοῖς σώμασιν ἀκμάζοντες προσφέρουσι τὰς χεῖρας τοῖς διὰ τὸ μέγεθος δυσκαταγωνίστοις· ἐκπίπτουσι γὰρ ἐκ τοῦ πελάγους ὑπερμεγέθεις οὐ μόνον σκορπίοι καὶ μύραιναι καὶ κύνες, ἀλλὰ καὶ φῶκαι καὶ πολλὰ τοιαῦτα ξένα καὶ ταῖς ὄψεσι καὶ ταῖς προσηγορίαις· ταῦτα δὲ τὰ θηρία καταμάχονται τεχνικῆς μὲν ὅπλων κατασκευῆς οὐδὲν ἔχοντες, κέρασι δὲ αἰγῶν ὀξέσι κατακεντοῦντες καὶ ταῖς ἀπορρῶξι πέτραις ἐπιτέμνοντες· πάντα γὰρ ἡ χρεία διδάσκει τὴν φύσιν, οἰκείως τοῖς ὑποκειμένοις καιροῖς ἁρμοζομένην πρὸς τὴν ἐκ τῆς ἐλπίδος εὐχρηστίαν. 16  ἐπειδὰν δ’ ἀθροί-