Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/385

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
285
IIΙ 14. 15.

σιλέων καταδειχθεῖσα. περὶ δὲ τῶν ἐθνῶν [τούτων] τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγλοδυτικήν, ἔτι δ’ Αἰθιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον, πειρασόμεθα διεξιέναι. 15  περὶ πρώτων δὲ τῶν Ἰχθυοφάγων ἐροῦμεν τῶν κατοικούντων τὴν παράλιον τὴν ἀπὸ Καρμανίας καὶ Γεδρωσίας ἕως τῶν ἐσχάτων τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον ἱδρυμένου, ὃς εἰς τὴν μεσόγειον ἀνήκων ἄπιστον διάστημα δυσὶν ἠπείροις περικλείεται πρὸς τὸν ἔκπλουν, τῇ μὲν ὑπὸ τῆς εὐδαίμονος Ἀραβίας, τῇ δ’ ὑπὸ τῆς Τρωγλοδυτικῆς. τούτων δὲ τῶν βαρβάρων τινὲς μὲν γυμνοὶ τὸ παράπαν βιοῦντες κοινὰς ἔχουσι τὰς γυναῖκας καὶ τὰ τέκνα παραπλησίως ταῖς τῶν θρεμμάτων ἀγέλαις, ἡδονῆς δὲ καὶ πόνου τὴν φυσικὴν μόνον ἀντίληψιν ποιούμενοι τῶν αἰσχρῶν καὶ καλῶν οὐδεμίαν λαμβάνουσιν ἔννοιαν. τὰς δὲ οἰκήσεις ἔχουσιν οὐκ ἄπωθεν τῆς θαλάττης παρὰ τὰς ῥαχίας, καθ’ ἅς εἰσιν οὐ μόνον βαθεῖαι κοιλάδες, ἀλλὰ καὶ φάραγγες ἀνώμαλοι καὶ στενοὶ παντελῶς αὐλῶνες σκολιαῖς ἐκτροπαῖς ὑπὸ τῆς φύσεως διειλημμένοι. τούτων δὲ τῇ χρείᾳ τῶν ἐγχωρίων πεφυκότων ἁρμοζόντως, τὰς ἐκτροπὰς καὶ διεξόδους συγκεχώκασι λίθοις μεγάλοις, δι’ ὧν ὥσπερ δικτύων τὴν θήραν τῶν ἰχθύων ποιοῦνται. ὅταν γὰρ ἡ πλημυρὶς τῆς θαλάττης ἐπὶ τὴν χέρσον φέρηται λάβρως, ὃ ποιεῖ δὶς τῆς ἡμέρας περὶ τρίτην καὶ ἐνάτην μάλιστά πως ὥραν, ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικλύ-