Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/362

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
262
DIODORI SICULI

ζῶντας καὶ γινομένους ἀνόσους κατὰ τὸ πλεῖστον. τὸν δὲ πηρωθέντα ἢ καθόλου τι ἐλάττωμα ἔχοντα ἐν τῷ σώματι μεθιστάνειν ἑαυτὸν ἐκ τοῦ ζῆν ἀναγκάζουσι κατά τινα νόμον ἀπότομον. νόμιμον δ’ αὐτοῖς ἐστι ζῆν ἄχρι ἐτῶν ὡρισμένων, καὶ τὸν χρόνον τοῦτον ἐκπληρώσαντας ἑκουσίως μεταλλάττειν ἐξηλλαγμένῳ θανάτῳ· φύεσθαι γὰρ παρ’ αὐτοῖς ἰδιοφυῆ βοτάνην, ἐφ’ ἧς ὅταν τις κοιμηθῇ, λεληθότως καὶ προσηνῶς εἰς ὕπνον κατενεχθεὶς ἀποθνήσκει. 58 γυναῖκας δὲ μὴ γαμεῖν, ἀλλὰ κοινὰς ἔχειν, καὶ τοὺς γεννηθέντας παῖδας ὡς κοινοὺς τρέφοντας ἐπ’ ἴσης ἀγαπᾶν· νηπίων δ’ ὄντων αὐτῶν πολλάκις τὰς τρεφούσας διαλλάττειν τὰ βρέφη, ὅπως μηδ’ αἱ μητέρες ἐπιγινώσκωσι τοὺς ἰδίους. διόπερ μηδεμιᾶς παρ’ αὐτοῖς γινομένης φιλοτιμίας ἀστασιάστους καὶ τὴν ὁμόνοιαν περὶ πλείστου ποιουμένους διατελεῖν. εἶναι δὲ παρ’ αὐτοῖς καὶ ζῷα, μικρὰ μὲν τοῖς μεγέθεσι, παράδοξα δὲ τῇ φύσει τοῦ σώματος καὶ τῇ δυνάμει τοῦ αἵματος· εἶναι γὰρ αὐτὰ τῷ σχήματι στρογγύλα καὶ παρεμφερέστατα ταῖς χελώναις, τὴν δ’ ἐπιφάνειαν δυσὶ γραμμαῖς μηλίναις κεχιασμένα, ἐφ’ ἑκάστης δὲ ἄκρας ἔχειν ὀφθαλμὸν καὶ στόμα· διὸ καὶ τέτταρσιν ὄμμασι βλέποντα καὶ τοῖς ἴσοις στόμασι χρώμενα εἰς ἕνα φάρυγα συνάγειν τὰ σιτία, καὶ διὰ τούτου καταπινομένης τῆς τροφῆς εἰς μίαν κοιλίαν συρρεῖν ἅπαντα· ὁμοίως δὲ τὰ σπλάγχνα καὶ τἄλλα τὰ ἐντὸς πάντα ἔχειν μοναχά. πόδας δὲ ὑποκεῖσθαι κύκλῳ τῆς περιφερείας πολλούς, δι’ ὧν