Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/355

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
255
ΙI 52. 53. 54.

καὶ τὴν Ἐρυθρὰν θάλατταν, ἔτι δὲ Αἰθιοπίαν καί τινα μέρη τῆς Λιβύης. ἀλλὰ τῆς μὲν πρὸς ἀνατολὰς κεκλιμένης πιοτέρας οὔσης εὐγενέστερα καὶ μείζονα φύεται ζῷα· τῆς δ’ ἄλλης ἀεὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον ἕκαστα ταῖς διαθέσεσι γεννᾶται. ὁμοίως δὲ καὶ τῶν δένδρων οἱ φοίνικες κατὰ μὲν τὴν Λιβύην αὐχμηροὺς καὶ μικροὺς ἐκφέρουσι καρπούς, τῆς δὲ Συρίας κατὰ μὲν τὴν Κοίλην οἱ καρυωτοὶ προσαγορευόμενοι γεννῶνται, διάφοροι κατά τε τὴν γλυκύτητα καὶ τὸ μέγεθος, ἔτι δὲ τοὺς χυμούς. τούτων δὲ πολλῷ μείζους κατὰ τὴν Ἀραβίαν καὶ τὴν Βαβυλωνίαν ὁρᾶν ἔστι γινομένους, κατὰ μὲν τὸ μέγεθος ἓξ δακτύλων ὄντας, τῇ δὲ χρόᾳ τοὺς μὲν μηλίνους, τοὺς δὲ φοινικοῦς, ἐνίους δὲ πορφυρίζοντας· ὥσθ’ ὑπ’ αὐτῶν ἅμα καὶ τὴν ὄψιν τέρπεσθαι καὶ τὴν γεῦσιν ψυχαγωγεῖσθαι. τὰ δὲ στελέχη τῶν φοινίκων τὸ μὲν μῆκος ἀέριον ἔχει, τὴν δὲ περιφέρειαν ψιλὴν πανταχόθεν μέχρι τῆς κορυφῆς. ἀκρόκομα δ’ ὄντα διαφόρους ἔχει τὰς ἀπὸ τῆς κόμης διαθέσεις· τὰ μὲν γὰρ πάντῃ τοὺς ῥάδικας ἔχει περικεχυμένους, καὶ κατὰ μέσον ἔκ τινος περιρραγέντος φλοιοῦ βοτρυώδη καρπὸν ἀνίησι, τὰ δὲ ἐφ’ ἓν μέρος ἔχοντα κεκλιμένας τὰς ἐπὶ τῆς κορυφῆς κόμας σχηματισμὸν ἀποτελεῖ λαμπάδος ἀπαιθυσσομένης, ἔνια δ’ ἐπ’ ἀμφότερα τὰ μέρη περικλώμενα καὶ διπλῇ τῇ καταθέσει τῶν κλάδων ἀμφίχαιτα γινόμενα γραφικὴν ἀποτελεῖ τὴν πρόσοψιν.

54  Τῆς δ’ ὅλης Ἀραβίας τὴν μὲν ἐπὶ μεσημβρίαν