Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/350

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
250
DIODORI SICULI

έχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος συρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους. 50  μεταλλεύεται δὲ κατὰ τὴν Ἀραβίαν καὶ ὁ προσαγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καθεψόμενος, ἀλλ’ εὐθὺς ὀρυττόμενος εὑρίσκεται τὸ μέγεθος καρύοις κασταναϊκοῖς παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίθους ὑπὸ τῶν τεχνιτῶν ἐνδεθέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων. θρεμμάτων τε παντοδαπῶν τοσοῦτο κατ’ αὐτὴν ὑπάρχει πλῆθος ὥστε ἔθνη πολλὰ νομάδα βίον ᾑρημένα δύνασθαι καλῶς διατρέφεσθαι, σίτου μὲν μὴ προσδεόμενα, τῇ δ’ ἀπὸ τούτων δαψιλείᾳ χορηγούμενα. θηρίων τε πλῆθος ἀλκίμων ἡ προσορίζουσα τῇ Συρίᾳ τρέφει· καὶ γὰρ λέοντας καὶ παρδάλεις ἐν αὐτῇ πολλῷ πλείονας καὶ μείζους καὶ ταῖς ἀλκαῖς διαφόρους πεφυκέναι ἤπερ ἐν τῇ Λιβύῃ συμβέβηκε· πρὸς δὲ τούτοις οἱ καλούμενοι Βαβυλώνιοι τίγρεις. φέρει δὲ καὶ ζῷα διφυῆ καὶ μεμιγμένα ταῖς ἰδέαις, ὧν αἱ μὲν ὀνομαζόμεναι στρουθοκάμηλοι περιειλήφασι τοῖς τύποις μίγματα χηνῶν καὶ καμήλων ἀκολούθως τῇ προσηγορίᾳ. τὸ μὲν γὰρ μέγεθος ἔχουσι νεογενεῖ καμήλῳ παραπλήσιον, τὰς δὲ κεφαλὰς πεφρικυίας θριξὶ λεπταῖς, τοὺς δ’ ὀφθαλμοὺς μεγάλους καὶ κατὰ τὴν χρόαν μέλανας, ἀπαραλλάκτους κατὰ τὸν τύπον