Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/340

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
240
DIODORI SICULI

δὲ Νάπην ὠνομάσθαι. τούτων δ’ ἐπιφανεῖς πράξεις κατεργασαμένων καὶ διελομένων τὴν βασιλείαν, ἀφ’ ἑκατέρου τοὺς λαοὺς τοὺς μὲν Πάλους, τοὺς δὲ Νάπας προσαγορευθῆναι. μετὰ δέ τινας χρόνους τοὺς ἀπογόνους τούτων τῶν βασιλέων ἀνδρείᾳ καὶ στρατηγίᾳ διενεγκόντας πολλὴν μὲν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταστρέψασθαι μέχρι τῆς Θρᾴκης, ἐπὶ δὲ θάτερα μέρη στρατεύσαντας διατεῖναι τῇ δυνάμει μέχρι τοῦ κατ’ Αἴγυπτον Νείλου. πολλὰ δὲ καὶ μεγάλα τῶν ἀνὰ μέσον τούτων ἐθνῶν καταδουλωσαμένους προβιβάσαι τὴν ἡγεμονίαν τῶν Σκυθῶν τῇ μὲν ἐπὶ τὸν πρὸς ἀνατολὰς ὠκεανόν, τῇ δ’ ἐπὶ τὴν Κασπίαν θάλατταν καὶ Μαιῶτιν λίμνην· ηὐξήθη γὰρ ἐπὶ πολὺ τοῦτο τὸ ἔθνος καὶ βασιλεῖς ἔσχεν ἀξιολόγους, ἀφ’ ὧν τοὺς μὲν Σάκας προσαγορευθῆναι, τοὺς δὲ Μασσαγέτας, τινὰς δ’ Ἀριμασπούς, καὶ τούτοις ὁμοίως ἄλλους πλείονας. ὑπὸ δὲ τούτων τῶν βασιλέων πολλὰ μὲν καὶ τῶν ἄλλων τῶν καταπολεμηθέντων ἐθνῶν μετῳκίσθαι, δύο δὲ μεγίστας ἀποικίας γενέσθαι, τὴν μὲν ἐκ τῶν Ἀσσυρίων μετασταθεῖσαν εἰς τὴν μεταξὺ χώραν τῆς τε Παφλαγονίας καὶ τοῦ Πόντου, τὴν δ’ ἐκ τῆς Μηδίας παρὰ τὸν Τάναϊν καθιδρυθεῖσαν, ἧς τοὺς λαοὺς Σαυρομάτας ὀνομασθῆναι. τούτους δ’ ὕστερον πολλοῖς ἔτεσιν αὐξηθέντας πορθῆσαι πολλὴν τῆς Σκυθίας, καὶ τοὺς καταπολεμηθέντας ἄρδην