Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/270

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
170
DIODORI SICULI

ὄνομα μνημονεύεται. πρῶτος δὲ τῶν εἰς ἱστορίαν καὶ μνήμην παραδεδομένων ἡμῖν Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο· περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφειν πειρασόμεθα. γενόμενος γὰρ φύσει πολεμικὸς καὶ ζηλωτὴς τῆς ἀρετῆς καθώπλισε τῶν νέων τοὺς κρατίστους· γυμνάσας δ’ αὐτοὺς πλείονα χρόνον συνήθεις ἐποίησε πάσῃ κακοπαθείᾳ καὶ πολεμικοῖς κινδύνοις. συστησάμενος οὖν στρατόπεδον ἀξιόλογον συμμαχίαν ἐποιήσατο πρὸς Ἀριαῖον τὸν βασιλέα τῆς Ἀραβίας, ἣ κατ’ ἐκείνους τοὺς χρόνους ἐδόκει πλήθειν ἀλκίμων ἀνδρῶν. ἔστι δὲ καὶ καθόλου τοῦτο τὸ ἔθνος φιλελεύθερον καὶ κατ’ οὐδένα τρόπον προσδεχόμενον ἔπηλυν ἡγεμόνα· διόπερ οὔθ’ οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον οὔθ’ οἱ τῶν Μακεδόνων, καίπερ πλεῖστον ἰσχύσαντες, ἠδυνήθησαν τοῦτο τὸ ἔθνος καταδουλώσασθαι. καθόλου γὰρ ἡ Ἀραβία δυσπολέμητός ἐστι ξενικαῖς δυνάμεσι διὰ τὸ τὴν μὲν ἔρημον αὐτῆς εἶναι, τὴν δὲ ἄνυδρον καὶ διειλημμένην φρέασι κεκρυμμένοις καὶ μόνοις τοῖς ἐγχωρίοις γνωριζομένοις. ὁ δ’ οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν· κατ’ ἐκείνους δὲ τοὺς χρόνους ἡ μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι· ῥᾳδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε