Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/187

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
87
Ι 49. 50.

ρους μὲν τιθέμενοι τοὺς μῆνας, πέντε δ’ ἡμέρας καὶ τέταρτον τοῖς δώδεκα μησὶν ἐπάγουσι, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἐνιαύσιον κύκλον ἀναπληροῦσιν. ἐμβολίμους δὲ μῆνας οὐκ ἄγουσιν οὐδ’ ἡμέρας ὑφαιροῦσι, καθάπερ οἱ πλεῖστοι τῶν Ἑλλήνων. περὶ δὲ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης ἀκριβῶς ἐπεσκέφθαι δοκοῦσι, καὶ προρρήσεις περὶ τούτων ποιοῦνται, πάντα τὰ κατὰ μέρος γινόμενα προλέγοντες ἀδιαπτώτως.

Τῶν δὲ τούτου τοῦ βασιλέως ἀπογόνων ὄγδοος ὁ [ἀπὸ τοῦ πατρὸς] προσαγορευθεὶς Οὐχορεὺς ἔκτισε πόλιν Μέμφιν, ἐπιφανεστάτην τῶν κατ’ Αἴγυπτον. ἐξελέξατο μὲν γὰρ τόπον ἐπικαιρότατον ἁπάσης τῆς χώρας, ὅπου σχιζόμενος ὁ Νεῖλος εἰς πλείονα μέρη ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος Δέλτα· διὸ καὶ συνέβη τὴν πόλιν εὐκαίρως κειμένην ἐπὶ τῶν κλείθρων εἶναι κυριεύουσαν τῶν εἰς τὴν ἄνω χώραν ἀναπλεόντων. τὸ μὲν οὖν περίβολον τῆς πόλεως ἐποίησε σταδίων ἑκατὸν καὶ πεντήκοντα, τὴν δ’ ὀχυρότητα καὶ τὴν εὐχρηστίαν θαυμαστήν, τοιῷδέ τινι τρόπῳ κατασκευάσας. ῥέοντος γὰρ τοῦ Νείλου περὶ τὴν πόλιν καὶ κατὰ τὰς ἀναβάσεις ἐπικλύζοντος, ἀπὸ μὲν τοῦ νότου προεβάλετο χῶμα παμμέγεθες, πρὸς μὲν τὴν πλήρωσιν τοῦ ποταμοῦ προβλήματος, πρὸς δὲ τοὺς ἀπὸ τῆς γῆς πολεμίους ἀκροπόλεως ἔχον τάξιν· ἐκ δὲ τῶν ἄλλων μερῶν πανταχόθεν ὤρυξε λίμνην μεγάλην καὶ βαθεῖαν, ἣ τὸ σφοδρὸν τοῦ ποταμοῦ δεχομένη καὶ πάντα τὸν περὶ τὴν