Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/174

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
74
DIODORI SICULI I 41.

κεσθησόμεθα τοῖς εἰρημένοις, ἵνα μὴ τὴν ἐξ ἀρχῆς ἡμῖν προκειμένην συντομίαν ὑπερβαίνωμεν. ἐπεὶ δὲ τὴν βίβλον ταύτην διὰ τὸ μέγεθος εἰς δύο μέρη διῃρήκαμεν, στοχαζόμενοι τῆς συμμετρίας, τὴν πρώτην μερίδα τῶν ἱστορουμένων αὐτοῦ περιγράψομεν, τὰ δὲ συνεχῆ τῶν κατὰ τὴν Αἴγυπτον ἱστορουμένων ἐν τῇ δευτέρᾳ κατατάξομεν, ἀρχὴν ποιησάμενοι τὴν ἀπαγγελίαν τῶν γενομένων βασιλέων τῆς Αἰγύπτου καὶ τοῦ παλαιοτάτου βίου παρ’ Αἰγυπτίοις.