Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/153

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
53
Ι 32. 33.

σταδίων, κατάντης δὲ καὶ κρημνοῖς συγκλειόμενος εἰς στενὴν ἐντομήν, ἅπας δὲ τραχὺς καὶ φαραγγώδης, ἔτι δὲ πέτρους ἔχων πυκνοὺς καὶ μεγάλους ἐοικότας σκοπέλοις· τοῦ δὲ ῥεύματος περὶ τούτους σχιζομένου βιαιότερον καὶ πολλάκις διὰ τὰς ἐγκοπὰς ἀνακλωμένου πρὸς ἐναντίαν τὴν καταφορὰν συνίστανται δῖναι θαυμασταί· πᾶς δ’ ὁ μεσάζων τόπος ὑπὸ τῆς παλιρροίας ἀφροῦ τε πληροῦται καὶ τοῖς προσιοῦσι μεγάλην παρέχεται κατάπληξιν· καὶ γὰρ ἡ καταφορὰ τοῦ ποταμοῦ οὕτως ἐστὶν ὀξεῖα καὶ βίαιος ὥστε δοκεῖν μηδὲν βέλους διαφέρειν. κατὰ δὲ τὴν πλήρωσιν τοῦ Νείλου, τῶν σκοπέλων κατακλυζομένων καὶ παντὸς τοῦ τραχύνοντος τόπου τῷ πλήθει τοῦ ῥεύματος καλυπτομένου, καταπλέουσι μέν τινες κατὰ τοῦ καταράκτου λαμβάνοντες ἐναντίους τοὺς ἀνέμους, ἀναπλεῦσαι δὲ οὐδεὶς δύναται, νικώσης τῆς τοῦ ποταμοῦ βίας πᾶσαν ἐπίνοιαν ἀνθρωπίνην. καταράκται μὲν οὖν εἰσι τοιοῦτοι πλείους, μέγιστος δ’ ὁ πρὸς τοῖς μεθορίοις τῆς Αἰθιοπίας τε καὶ τῆς Αἰγύπτου.

33  Περιείληφε δ’ ὁ ποταμὸς καὶ νήσους ἐν αὑτῷ, κατὰ μὲν τὴν Αἰθιοπίαν ἄλλας τε πλείους καὶ μίαν εὐμεγέθη, τὴν ὀνομαζομένην Μερόην, ἐν ᾗ καὶ πόλις ἐστὶν ἀξιόλογος ὁμώνυμος τῇ νήσῳ, κτίσαντος αὐτὴν Καμβύσου καὶ θεμένου τὴν προσηγορίαν ἀπὸ τῆς μητρὸς αὐτοῦ Μερόης. ταύτην δὲ τῷ μὲν σχήματί φασιν ὑπάρχειν θυρεῷ παραπλησίαν, τῷ δὲ μεγέθει πολὺ προέχειν τῶν ἄλλων νήσων τῶν ἐν τούτοις τοῖς τόποις· τὸ μὲν γὰρ μῆκος αὐτῆς εἶναι λέγουσι