Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/93

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νων,᾿ μεγαλοφρόνως ταῦτα ὁ τοῦ Σωφρονίσκου καὶ τῆς Φαιναρέτης τὸν τοῦ Κλεινίου καὶ τῆς Δεινομάχης διδάσκων.

2 Μεγαβύζου ποτὲ ἐπαινοῦντος γραφὰς εὐτελεῖς καὶ ἀτέχνους, ἑτέρας δὲ σπουδαίως ἐκπεπονημένας διαψέγοντος, τὰ παιδάρια τὰ τοῦ Ζεύξιδος τὰ τὴν μηλιάδα τρίβοντα κατεγέλα. ὁ τοίνυν Ζεῦξις ἔφατο ῾ὅταν μὲν σιωπᾷς, ὦ Μεγάβυζε, θαυμάζει σε τὰ παιδάρια ταῦτα· ὁρᾷ γάρ σου τὴν ἐσθῆτα καὶ τὴν θεραπείαν τὴν περὶ σέ· ὅταν γε μὴν τεχνικόν τι θέλῃς εἰπεῖν, καταφρονεῖ σου. φύλαττε τοίνυν σεαυτὸν ἐς τοὺς ἐπαινουμένους, κρατῶν τῆς γλώττης καὶ ὑπὲρ μηδενὸς τῶν μηδέν σοι προσηκόντων φιλοτεχνῶν.᾿

3 Ἀλέξανδρος θεασάμενος τὴν ἐν Ἐφέσῳ εἰκόνα ἑαυτοῦ τὴν ὑπὸ Ἀπελλοῦ γραφεῖσαν οὐκ ἐπῄνεσε κατὰ τὴν ἀξίαν τοῦ γράμματος. ἐσαχθέντος δὲ τοῦ ἵππου καὶ χρεμετίσαντος πρὸς τὸν ἵππον τὸν ἐν τῇ εἰκόνι ὡς πρὸς ἀληθινὸν καὶ ἐκεῖνον ῾ὦ βασιλεὖ εἶπεν ὁ Ἀπελλῆς, ῾ἀλλ᾽ ὅ γε ἵππος ἔοικέ σου γραφικώτερος εἶναι κατὰ πολύ.

4 Φαλάριδος ὑμῖν ἔργον οὐ μάλα ἐκείνῳ σύνηθες εὶπεῖν ἐθέλω· τὸ δὲ ἔργον φιλανθρωπίαν ἄμαχον ὁμολογεῖ, καὶ διὰ τοῦτο ἀλλότριον ἐκείνου δοκεῖ. Χαρίτων ἦν Ἀκραγαντῖνος φιλόκαλος ἄνθρωπος καὶ περὶ τὴν ὥραν τὴν τῶν νέων ἐσπουδακὼς δαιμονίως· διαπύρως δὲ ἠράσθη μάλιστα Μελανίππου Ἀκραγαντίνου καὶ ἐκείνου καὶ τὴν ψυχὴν ἀγαθοῦ καὶ τὸ κάλλος διαφέροντος. τοῦτον ἐλύπησέ τι Φάλαρις τὸν Μελάνιππον· δικαζομένῳ γὰρ αὐτῷ πρός τινα τῶν ἑταίρων αὐτοῦ τοῦ Φαλάριδος προσέταξεν ὁ τύραννος τὴν γραφὴν καταθέσθαι. τοῦ δὲ μὴ πειθομένου ὃ δὲ ἠπείλησε τὰ ἔσχατα δράσειν αὐτὸν μὴ ὑπακούσαντα.