Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/81

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

θεντο κρύψασαι τὰ ἑαυτῶν βρέφη, ἀνώρυξαν τὴν γῆν, ἣν ἐπέβαλον, καὶ κινουμένους ἤδη τοὺς νεοττοὺς καὶ ἕπεσθαι δυναμένους αὐταῖς ἀπάγουσιν.

7 Ἦσαν ἄρα οἱ σῦς οἱ ἄγριοι ἰατρικῆς ἅμα καὶ θεραπείας οὐκ ἀπαίδευτοι. οὗτοι γοῦν ὅταν αὑτοὺς λαθόντες ὑοσκυάμου φάγωσι, τὰ ἐξόπισθεν ἐφέλκουσι, παρειμένως ἔχοντες ἑαυτῶν, εἶτα σπώμενοι ὅμως ἐπὶ τὰ ὕδατα παραγίνονται, καὶ ἐνταῦθα τῶν καρκίνων ἀναλέγουσι, καὶ ἐσθίουσι προθυμότατα. γίνονται δὲ αὐτοῖς οὗτοι τοῦ πάθους φάρμακον, καὶ ἐργάζονται ὑγιεῖς αὐτοὺς αὖθις.

8 Φαλάγγιον ἐλάφοις τοσοῦτόν ἐστι κακόν, ὅσον καὶ ἀνθρώποις, καὶ κινδυνεύουσιν ἀπολέσθαι διὰ ταχέων. ἐὰν μέντοι κιττοῦ γεύσωνται, ἐλύπησεν αὐτοὺς τὸ δῆγμα οὐδέν. δεῖ δὲ εἶναι τὸν κιττὸν ἄγριον.

9 Λέοντα δὲ νοσοῦντα τῶν μὲν ἄλλων οὐδὲν ὀνίνησι, φάρμακον δέ ἐστιν αὐτῷ τῆς νόσου βρωθεὶς πίθηκος.

10 Οἱ Κρῆτές εἰσι τοξεύειν ἀγαθοί, καὶ οὖν καὶ τὰς αἶγας βάλλουσιν ἐπ᾽ ἄκροις νεμομένας τοῖς ὄρεσιν. αἱ δὲ βληθεῖσαι παραχρῆμα τῆς δικτάμνου βοτάνης διέτραγον, καὶ ἅμα τῷ γεύσασθαι ὅλα ἐκείναις τὰ βέλη ἐκπίπτει.

11 Ἦσαν δὲ ἄρα μαντικώτατοι τῶν ζῴων καὶ μύες. γηρώσης γὰρ οἰκίας ἤδη καὶ μελλούσης κατολισθάνειν αἰσθάνονται πρῶτοι, καὶ ἀπολιπόντες τὰς μυωπίας τὰς αὑτῶν καὶ τὰς ἐξ ἀρχῆς διατριβάς, ᾗ ποδῶν ἔχουσιν ἀποδιδράσκουσι καὶ μετοικίζονται.

12 Ἔχουσι δὲ καὶ οἱ μύρμηκες, ὡς ἀκούω, μαντικῆς τινα αἴσθησιν. ὅταν γὰρ μέλλῃ λιμὸς ἔσεσθαι, δεινῶς εἰσι φιλόπονοι πρὸς τὸ θησαυρίσαι καὶ ἑαυτοῖς