Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/265

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΚ ΤΗΣ ΠΟΙΚΙΛΗΣ ΙΣΤΟΡΙΑΣ
1.

Χρύσιππος ὁ Σολεὺς ἐποιεῖτο τὸν βίον ἐκ πάνυ ὀλίγων, Κλεάνθης δὲ καὶ ἀπὸ ἐλαττόνων.

2.

Πρώτῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι φασὶ τὴν Αἴτνην ῥυῆναι, ὅτε καὶ Φιλόνομος καὶ Καλλίας οἱ Καταναῖοι τοὺς ἑαυτῶν πατέρας ἀράμενοι διὰ μέσης τῆς φλογὸς ἐκόμισαν, τῶν ἄλλων κτημάτων καταφρονήσαντες. ἀνθ᾿ ὧν καὶ ἀμοιβῆς ἔτυχον τῆς ἐκ τοῦ θείου· τὸ γάρ τοι πῦρ θεόντων αὐτῶν διέστη καθ᾿ ὃ μέρος ἐκεῖνοι παρεγίνοντο.

3.

Ὁ Σωκράτης ἐπεὶ τὸ κώνειον ἔμελλε πίεσθαι, τῶν ἀμφὶ τὸν Κρίτωνα ἐρομένων αὐτὸν τίνα τρόπον ταφῆναι θέλει, ‘ὅπως ἂν ὑμῖν’ ἀπεκρίνατο ‘ᾖ ῥᾷστον.’

4.

Σωκράτης ὁ γενναῖος ᾐτιᾶτο τῶν πατέρων ἐκείνους, ὅσοι μὴ παιδεύσαντες αὑτῶν τοὺς υἱεῖς, εἶτα ἀπορούμενοι ἦγον ἐπὶ τὰς ἀρχὰς τοὺς νεανίσκους, καὶ