Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/257

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

γοῦν κεκέρδαγκα τὸ δι᾽ ἀγγέλων σοι λαλεῖν, ἀλλὰ μὴ πρὸς αὐτόν σε. ἔστω σοι τοίνυν ἡ ἀπὸ Σκυθῶν λεγομένη ἀπόκρισις αὕτη. ἐγὼ μαίνομαι καὶ φονῶ καὶ μισῶ τὸ τῶν ἀνθρώπων γένος. ἔνθεν τοι βάλλω τοὺς ἐσφοιτῶντας ἐς τὸ χωρίον καὶ βώλοις καὶ λίθοις. μακάριον δὲ ἥγημαι τὸν Περσέα κατὰ δύο τρόπους ἐκεῖνον, ὅτι τε πτηνὸς ἦν καὶ οὐδενὶ συνήντα, ὑπεράνω τε ἦν τοῦ προσαγορεύειν τινὰ καὶ ἀσπάζεσθαι. ζηλῶ δὲ αὐτὸν καὶ τοῦ κτήματος ἐκείνου εὖ μάλα, ᾧ τοὺς συναντῶντας ἐποίει λίθους: οὗπερ οὖν εἴ μοί τις εὐμοιρία κατατυχεῖν ἐγένετο, οὐδὲν ἂν ἀφθονώτερον λιθίνων ἀνδριάντων, καὶ σὲ δ᾽ ἂν εἰργασάμην τοῦτο πρῶτον. τί γὰρ παθὼν ῥυθμίζεις με καὶ πρᾶον ἀποφῆναι γλίχῃ οὕτως ἐχθρὰ πᾶσι νοοῦντα; ἔνθεν τοι καὶ τοῦ χωρίου τὸ παρὰ τὴν ὁδὸν ἀργὸν εἴασα καὶ τοῦτό μοι τῆς γῆς χῆρόν ἐστι καρπῶν. σὺ δὲ ἕνα σεαυτὸν τῶν ἀναγκαίων ἀποφαίνεις, καὶ σπεύδεις με φίλον ἔχειν μηδὲ ἐμαυτοῦ φίλον ὄντα. τί γὰρ καὶ μαθὼν εἰμὶ ἄνθωπος;


Καλλιππίδης Κνήμωνι.

15 Σὺ μὲν τῶν ἀποφράδων διαφέρεις οὐδὲν οὕτως ἄγριος ὢν καὶ μονήρης τὸν τρόπον, δεῖ δέ σε ὅμως καὶ μὴ βουλόμενον ἥμερον ἡμῖν γενέσθαι αἰδοῖ καὶ ταῦτα γειτνιάσεως καὶ θεῶν ὁρίων τιμῇ, οἵπερ οὖν εἰσι κοινοί. θύω τοίνυν τῷ Πανὶ καὶ Φυλασίων τοὺς μάλιστα ἐπιτηδείους ἐς τὴν ἱερουργίαν παρακαλῶ. ἐν δὴ τούτοις καὶ σὲ ἀφικέσθαι βουλοίμην ἄν· σὺ δὲ καὶ ἐμπιὼν καὶ κοινωνήσας σπονδῶν ἔσῃ τι καὶ πραότερος. ὁ γάρ τοι Διόνυσος φιλεῖ τὰς μὲν ὀργὰς μαραίνειν τε καὶ κατακοιμίζειν, τὰς δὲ εὐφροσύνας ἐγείρειν·