Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/252

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σηται καλά σοι καὶ μενοῦμεν φίλοι· ἐὰν δὲ ἔχηται ἔργου, δικάσομαί σε βλάβης. καὶ γὰρ ἂν εἰκότως μοι στενάζειε τὰ τῶν προγόνων ἠρία, εἰ Εὐπειθίδης ὁ Κορυδαλλεὺς ἐμαυτὸν περιόψομαι προσελούμενον, καὶ ταῦτα ὑπ᾽ ἀνδραπόδου ἴσως δυοῖν μναῖν ἀξίου.


Ἀνθεμίων Δράκητι.

4 Τί σοι καλὸν εἴργασται καὶ τί σοι πεπόνηται χρηστόν; ἐγὼ γὰρ ἀμπελίδος ὄρχον ἐλάσας, εἶτα μοσχίδια συκίδων παραφυτεύσας ἁπαλά, καὶ ἐν κύκλῳ περὶ τὸ αὔλιον κατέπηξα ἐλᾷδας. εἶτά μοι δεῖπνον καὶ πίσινον ἔτνος, καὶ τρεῖς ἁδρὰς ἐξεκάναξα κύλικας, καὶ ἄσμενος κατέδαρθον.


Βαίτων Ἀνθεμίωνι.

5 Τὰ σμήνη μοι τῶν μελιττῶν κενά, καὶ ἀπεφοίτησαν τῆς ἑστίας οὐκ οὖσαι τέως δραπέτιδες· ἀλλὰ γὰρ καὶ πισταὶ διέμενον καὶ ᾤκουν ὡς οἴκους τοὺς αὑτῶν σίμβλους, καὶ εἶχον λειμῶνα εὔδροσον καὶ δὴ καὶ ἀνθῶν εὔφορον, καὶ εἱστιῶμεν αὐτὰς πανδαισίᾳ· αἳ δὲ ὑπὸ τῆς φιλεργίας τῆς ἄγαν ἀνθειστίων ἡμᾶς πολλῷ καὶ καλῷ τῷ μέλιτι, κοὐδέποτε τῆσδε τῆς ὠδῖνος τῆς γλυκείας ἦσαν ἄγονοι. νῦν δὲ ᾤχοντο ἀπιοῦσαι, λυπηθεῖσαι πρὸς ἡμῶν οὐδὲ ἕν, οὐ μὰ τὸν Ἀρισταῖον καὶ τὸν Ἀπόλλω αὐτόν. καὶ αἳ μέν εἰσι φυγάδες, ὁ δὲ οἶκος αὐτῶν χῆρός ἐστι, καὶ τὰ ἄνθη τὰ ἐν τῷ λειμῶνι περὶ αὐτὰ γηρᾷ. ἐγὼ δὲ αὐτῶν ὅταν ὑπομνησθῶ τῆς πτήσεως καὶ τῆς εὐχαρίτου χορείας, οὐδὲν ἄλλο ἢ νομίζω θυγατέρας ἀφῃρῆσθαι. ὀργίζομαι μὲν οὖν αὐταῖς· τί γὰρ ἀπέλιπον τροφέα αὐτῶν καὶ ἀτεχνῶς