Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/247

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λεγεν, ἵνα ἐκεῖνος παρασημήνηται τοὺς ἀξίους θανάτου. Βερενίκη δὲ ἡ γαμετὴ αὐτοῦ λαβοῦσα τὸ βιβλίον παρὰ τοῦ παιδὸς εἶτα οὐκ εἴασε διαναγνωσθῆναι τὸ πᾶν οὐκέτι, φήσασα πάνυ σφόδρα προσέχοντα τὴν διάνοιαν ὑπὲρ ἀνθρώπου ψυχῆς δεῖν λογίζεσθαι καὶ μὴ πρὸς παιδιᾷ γινόμενον· οὐ γὰρ ὁμοίαν εἶναι τὴν πτῶσιν τῶν κύβων καὶ τὴν τῶν σωμάτων. πρὸς ταῦτα ὁ Πτολεμαῖος ἥσθη, καὶ οὐδέποτε κυβεύων μετὰ ταῦτα ὑπὲρ ἀνθρώπου κρίσεως ἤκουσεν.

43 Λακωνικὸν μειράκιον ἐπρίατο χωρίον ὑπερεύωνον, εἶτα ἐπὶ τὰς ἀρχὰς ἤχθη καὶ ἐζημιώθη. τὸ δὲ αἴτιον τῆς καταδίκης ἐκεῖνο ἦν, ἐπεὶ νέος ὢν τοῦ κερδαίνειν ὀξύτατα ἤρα. ἦν δὲ Λακεδαιμονίων ἐν τοῖς μάλιστα ἀνδρικὸν καὶ τοῦτο, μὴ πρὸς μόνους πολεμίους παρατετάχθαι ἀλλὰ καὶ πρὸς ἀργύριον.

45 Γυναῖκας τῶν Ἑλλήνων ἐπαινοῦμεν Πηνελόπην Ἄλκηστιν καὶ τὴν Πρωτεσίλεω, Ῥωμαίων Κορνηλίαν καὶ Πορκίαν καὶ Κεστιλίαν. ἐδυνάμην δὲ εἰπεῖν καὶ ἄλλας, ἀλλ᾽ οὐ βούλομαι τῶν μὲν Ἑλλήνων εἰπεῖν ὀλίγας, ἐπικλύσαι δὲ τοῖς τῶν Ῥωμαίων ὀνόμασιν, ὡς ἂν μή μέ τις δοκοίη χαρίζεσθαι ἐμαυτῷ διὰ τὴν πατρίδα.

46 Οἱ Μαιάνδρῳ παροικοῦντες Μάγνητες Ἐφεσίοις πολεμοῦντες ἕκαστος τῶν ἱππέων ἦγεν αὑτῷ συστρατιώτην θηρατὴν κύνα καὶ ἀκοντιστὴν οἰκέτην. ἡνίκα δὲ ἔδει συμμίξαι, ἐνταῦθα οἱ μὲν κύνες προπηδῶντες ἐτάραττον τὴν παρεμβολήν, φοβεροί τε καὶ ἄγριοι καὶ ἐντυχεῖν ἀμείλικτοι ὄντες· οἱ δὲ οἰκέται προπηδῶντες τῶν δεσποτῶν ἠκόντιζον. ἦν δὲ ἄρα ἐπὶ τῇ φθανούσῃ διὰ τοὺς κύνας ἀταξίᾳ καὶ τὰ παρὰ τῶν οἰκετῶν δρώμενα ἐνεργῆ. εἶτα ἐκ τρίτου ἐπῄεσαν αὐτοί.

47 Ὅτι Ζεῦξις ὁ Ἡρακλεώτης ἔγραψε τὴν Ἑλένην.