Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/246

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πίδαν μὴ πρότερον ἀπαλλάττεσθαι τῆς ἀγορᾶς πρὶν ἢ φίλον τοῖς ἀρχαίοις τινὰ προσπορίσαι νεώτερον.

39 Ὁ Περσῶν βασιλεὺς (βούλομαι γάρ τι ὑμῖν καὶ φαιδρὸν εἰπεῖν) στέφανον ἐς μύρον βάψας (διεπέπλεκτο δὲ ῥόδων ὁ στέφανοσ) ἔπεμψεν Ἀνταλκίδᾳ πρεσβεύοντι ὑπὲρ εἰρήνης πρὸς αὐτόν. ὃ δὲ ῾δέχομαι μὲν᾽ ἔφη ῾τὸ δῶρον καὶ ἐπαινῶ τὴν φιλοφροσύνην, ἀπώλεσας δὲ τὴν ὀσμὴν τῶν ῥόδων καὶ τὴν τῆς φύσεως εὐωδίαν διὰ τὴν ἐκ τῆς τέχνης κιβδηλίαν.

40 Ἀλέξανδρος ὁ Φεραίων τύραννος ἐν τοῖς μάλιστα ἔδοξεν ὠμότατος εἶναι. Θεοδώρου δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ ὑποκρινομένου τὴν Μερόπην σφόδρα ἐμπαθῶς, ὃ δὲ ἐς δάκρυα ἐξέπεσεν εἶτα ἐξανέστη τοῦ θεάτρου. ἀπολογούμενος δὲ ἔλεγε τῷ Θεοδώρῳ ὡς οὐ καταφρονήσας οὐδὲ ἀτιμάσας αὐτὸν ᾤχετο, ἀλλ᾽ αἰδούμενος εἰ τὰ μὲν τῶν ὑποκριτῶν πάθη οἷός τε ἦν ἐλεεῖν, τὰ δὲ τῶν ἑαυτοῦ πολιτῶν οὐχί.

41 Ὅτι Ἀπολλόδωρος πλεῖστον ἀνθρώπων πίνων οἶνον οὐκ ἀπεκρύπτετο τὸ ἑαυτοῦ κακόν, οὐδὲ ἐπειρᾶτο περιαμπέχειν τὴν μέθην καὶ τὰ ἐξ αὐτῆς κακά, ἀλλὰ καὶ ἐκ τοῦ οἴνου ὑπαναφλεγόμενος καὶ ὑπεξαπτόμενος ἐγίνετο φονικώτερος, πρὸς τῇ φύσει καὶ τὸ πῶμα ἔχων ἐνδόσιμον.

42 Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε μηδὲν διαφέρειν ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε ἐς ἃ μὴ δεῖ χωρία βλέποντα καὶ ἐς οὓς μὴ δεῖ τόπους παριόντα.

43 Ὁ μὲν Πτολεμαῖός φασιν (ὁπόστος δὲ ἦν οὗτος, ἐᾶν δεἶ) καθῆστο ἐπὶ κύβοις καὶ πεττεύων διετέλει· εἶτά τις αὐτῷ παρεστὼς ἀνεγίνωσκε τῶν κατεγνωσμένων τὰ ὀνόματα καὶ τὰς καταδίκας αὐτῶν προσεπέ-