Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/238

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐπῃνεῖτο, ἡ δὲ ἑτέρα ἐγελᾶτο. ὑπολαβὼν οὖν ἔφη ὁ Πολύκλειτος ῾ἀλλὰ ταύτην μὲν ἣν ψέγετε ὑμεῖς ἐποιήσατε, ταύτην δὲ ἣν θαυμάζετε ἐγώ.᾿

Ἱππόμαχος ὁ αὐλητὴς ἐπεὶ αὐτῷ μαθητὴς αὐλῶν ἥμαρτε μὲν κατὰ τὸ αὔλημα, ἐπῃνέθη δὲ ὑπὸ τῶν παρόντων, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ καὶ ἔφη ῾κακῶς ηὔλησας· οὐ γὰρ ἂν οὗτοί σε ἐπῄνουν.᾿

9 Ξενοκράτης ὁ Χαλκηδόνιος ὑπὸ τοῦ Πλάτωνος ἐς τὸ ἄχαρι σκωπτόμενος οὐδέποτε ἠγανάκτει φασίν, ἀλλὰ καὶ πρὸς τὸν παροξύνοντα αὐτὸν ὑπὲρ τούτου, ἵνα τι ἀποκρίνηται τῷ Πλάτωνι, ὃ δὲ καὶ πάνυ ἐμφρόνως κατασιγάζων τὸν ἄνδρα ἔφατο ῾ἀλλὰ τοῦτο ἐμοὶ συμφέρει.᾿

10 Προείλοντο τοῦ Φωκίωνος Ἀθηναῖοι τὸν Δημάδην στρατηγεῖν. ὃ δὲ προτιμηθεὶς καὶ μέγα φρονῶν, προσελθὼν τῷ Φωκίων̣̣̔̓ ῾χρῆσόν μοἰ ἔφη ῾τὴν ῥυπαρὰν χλαμύδα, ἣν εἰώθεις φορεῖν παρὰ τὴν στρατηγίαν.᾿ καὶ ὃς ῾οὐδέποτἐ εἶπεν ῾οὐδενὸς ῥυπαροῦ σὺ ἀπορήσεις, ἔστ᾽ ἂν ᾖς τοιοῦτος.᾿

11 Φιλίσκος πρὸς Ἀλέξανδρον ἔφη ποτὲ ῾δόξης φρόντιζε, ἀλλὰ μὴ ἔσο λοιμὸς καὶ μὴ μεγάλη νόσος ἀλλὰ ὑγίεια,᾿ λέγων τὸ μὲν βιαίως ἄρχειν καὶ πικρῶς καὶ αἱρεῖν πόλεις καὶ ἀπολλύειν δήμους λοιμοῦ εἶναι, τὸ δὲ ὑγιείας προνοεῖσθαι καὶ σωτηρίας τῶν ἀρχομένων εἰρήνης ταῦτα ἀγαθά.

12 ὅτι ὁ Περσῶν βασιλεὺς ὁδοιπορῶν, ἵνα μὴ ἀλύῃ, φιλύριον εἶχε καὶ μαχαίριον, ἵνα ξέῃ τοῦτο. καὶ τοῦτο εἰργάζοντο αἱ χεῖρες αἱ βασιλικαί· πάντως γὰρ οὐκ εἶχεν οὐ βιβλίον, οὐ διάνοιαν, ἵν᾽ ἢ σπουδαῖόν τι καὶ σεμνὸν ἀναγινώσκῃ ἢ γενναῖόν τι καὶ λόγου ἄξιον βουλεύηται.

13 Πολλοῖς καὶ πολλάκις χρῆται τοῖς ἀντιθέτοις ὁ