Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/225

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


τρίβοντα τὰ Λυκούργου φασὶ νόμιμα ῥίψαντα ἐπίπονα ὄντα διατεθρύφθαι τὸν βίον. Λάμια γοῦν ἡ Ἀττικὴ ἑταίρα εἶπεν ῾οἱ ἐκ τῆς Ἑλλάδος λέοντες ἐν Ἐφέσῳ γεγόνασιν ἀλώπεκες.᾿

10  Ἐν μιᾷ ἡμέρᾳ δύο γυναῖκας ἠγάγετο Διονύσιος, Δωρίδα τὴν Λοκρίδα καὶ Ἀριστομάχην τὴν Ἱππαρίνου, Δίωνος δὲ ἀδελφήν· καὶ παρ᾽ ἑκατέρᾳ ἀνεπαύετο ἐν τῷ μέρει. καὶ ἣ μὲν ἠκολούθει στρατευομένῳ, ἣ δὲ ἐπανιόντα ὑπεδέχετο.

11  Λόγος τις ἐς ἐμὲ ἀφίκετο λέγων αἴτιον Ἰσοκράτην γενέσθαι τὸν ῥήτορα τοῖς Πέρσαις καταδουλώσεως, ἧς ἐδουλώσαντο αὐτοὺς Μακεδόνες. τοῦ γὰρ πανηγυρικοῦ λόγου, ὃν Ἰσοκράτης ἐν τοῖς Ἕλλησιν ἐπεδείξατο, ἐς Μακεδονίαν ἐλθοῦσα ἡ φήμη, πρῶτον μὲν Φίλιππον ἐπὶ τὴν Ἀσίαν ἀνέστησεν· ἀποθανόντος δὲ ἐκείνου Ἀλέξανδρον τὸν υἱὸν αὐτοῦ τῶν πατρῴων κληρονόμον τὴν ὁρμὴν τὴν τοῦ Φιλίππου διαδέξασθαι παρεσκεύασε.

12  Μέτων ὁ ἀστρονόμος μελλόντων ἐπὶ τὴν Σικελίαν πλεῖν τῶν Ἀθηναίων ἤδη καὶ αὐτὸς εἷς ᾖν τοῦ καταλόγου. σαφῶς δὲ ἐπιστάμενος τὰς μελλούσας τύχας τὸν πλοῦν ἐφυλάττετο δεδιὼς καὶ σπεύδων τῆς ἐξόδου ἑαυτὸν ῥύσασθαι. ἐπεὶ δὲ οὐδὲν ἔπραττεν, ὑπεκρίνατο μανίαν· καὶ πολλὰ μὲν καὶ ἄλλα ἔδρασε πιστώσασθαι τὴν τῆς νόσου δόξαν βουλόμενος, ἐν δὲ τοῖς καὶ τὴν συνοικίαν τὴν αὑτοῦ κατέπρησεν· ἐγειτνία δὲ αὕτη τῇ Ποικίλῃ. καὶ ἐκ τούτου ἀφῆκαν αὐτὸν οἱ ἄρχοντες. καί μοι δοκεῖ ὁ Μέτων ἄμεινον ὑποκρίνασθαι τὴν μανίαν τοῦ Ὀδυσσέως τοῦ Ἰθακησίου· ἐκεῖνον μὲν γὰρ ὁ Παλαμήδης κατεφώρασε, τοῦτον δὲ Ἀθηναίων οὐδείς.

13  Πτολεμαῖόν φασι τὸν Λάγου καταπλουτίζοντα