Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/224

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


λυτελῆ τοῖς ἑταίροις. προϊόντος δὲ τοῦ πότου ζωρότερον πιὼν Εὐριπίδης ὑπήχθη πως κατ᾽ ὀλίγον ἐς μέθην· εἶτα συγκλιθέντα αὐτῷ Ἀγάθωνα τὸν τῆς τραγῳδίας ποιητὴν περιλαβὼν κατεφίλει, τετταράκοντα ἐτῶν που γεγονότα. τοῦ δὲ Ἀρχελάου πυθομένου εἰ καὶ νῦν ἔτι ἐρώμενος αὐτῷ δοκεῖ εἶναι, ἀπεκρίνατο ῾ναὶ μὰ Δία· οὐ γὰρ μόνον τὸ ἔαρ τῶν καλῶν κάλλιστον, ἀλλὰ καὶ τὸ μετόπωρον.᾿

5  Ἐρασθῆναι πρῶτον γενναίων παιδικῶν λέγουσι Λάιον, ἁρπάσαντα Χρύσιππον τὸν Πέλοπος. καὶ ἐκ τούτου τοῖς Θηβαίοις ἓν τῶν καλῶν ἐδόκει τὸ τῶν ὡραίων ἐρᾶν.

6  Ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας ἀκούω πεφυκέναι ἀμπέλους, ἐξ ὧν γίνεται οἶνος, ὃς τοῦ λογισμοῦ παράγει καὶ ἔκφρονας τοὺς Ἀρκάδας ποιεῖ, τὰς δὲ γυναῖκας τεκνοποιοὺς τίθησιν.

Ὅτι ἐν Θάσῳ δύο γένη φασὶν οἴνων γίνεσθαι· καὶ τὸν μὲν ἕτερον πινόμενον ἐς ὕπνον κατάγειν εὖ μάλα βαθὺν καὶ διὰ ταῦτα ἡδύν, τὸν δὲ ἕτερον ἀντίπαλον εἶναι τοῦ βίου καὶ ἀργυπνίαν ἐμποιεῖν καὶ ἀνιᾶσθαι παρέχειν.

Ἐν δὲ Ἀχαΐᾳ περὶ Κερυνίαν οἶνος γίνεται, ὃς ταῖς βουλομέναις γυναιξὶν ἀμβλῶσαι συμμάχεται.

7  Ὅτε εἷλε τὴν Θηβαίων πόλιν Ἀλέξανδρος, ἀπέδοτο τοὺς ἐλευθέρους πάντας πλὴν ἱερέων. ἀφῆκε δὲ τῆς πράσεως καὶ τοὺς τοῦ πατρὸς ξένους ῾ὡμήρευσε γὰρ παρ᾽ αὐτοῖς ὁ Φίλιππος ἔτι παῖς ὢν᾽ καὶ τοὺς συγγενεῖς δὲ τούτων ἀφῆκεν. ἐτίμησε δὲ καὶ τοὺς ἐγγόνους τοὺς τοῦ Πινδάρου, καὶ τὴν οἰκίαν αὐτοῦ μόνην εἴασεν ἑστάναι. ἐφόνευσε δὲ τῶν Θηβαίων ἐς ἑξακισχιλίους, αἰχμάλωτοι δὲ ἐλήφθησαν τρισμύριοι.

8  Λύσανδρον τὸν Λακεδαιμόνιον ἐν τῇ Ἰωνίᾳ δια-