Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/223

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ θεασαμένη τὸν μὲν νεκρόν, τὸν δὲ κατέχοντα ἔτι τὴν σφαγίδα ᾑμαγμένην, σχίζαν ἁρπάσασα τῶν ἐκ τοῦ βωμοῦ ἡμίκαυτον, ταύτῃ τὸν παῖδα ἀπέκτεινεν. ἧκε δὲ ἀγγελία πρὸς τὸν Μακαρέα, καὶ ἀπολιπὼν τὴν τελετήν, ὡς εἶχε σὺν ὀργῇ καὶ θυμῷ ἐσεπήδησεν ἐς τὴν οἰκίαν, καὶ τῷ θύρσῳ ᾧ κατεῖχε τὴν ἑαυτοῦ γυναῖκα ἔκτεινεν. ἔκπυστα οὖν ἐγένετο τὰ τολμηθέντα ἐς πάντας, καὶ συλληφθεὶς ὁ Μακαρεὺς καὶ στεβλούμενος ὡμολόγησεν ὅσα ἐν τῷ ἀνακτόρῳ ἔδρασεν· ἐν αὐταῖς δὲ ταῖς κολάσεσι τὴν ψυχὴν ἀπέρρηξεν. ὁ δὲ παρανόμως σφαγεὶς διὰ τιμῆς ἦλθε δημοσίᾳ, καὶ ἐτάφη τοῦ θεοῦ προστάξαντος. ἔτισεν οὖν ὁ Μακαρεὺς οὐ μεμπτὴν τὴν δίκην τοῦτο δὴ τὸ ποιητικὸν σὺν τῇ ἑαυτοῦ κεφαλῇ καὶ τῇ τῆς γυναικὸς καὶ οὖν καὶ τῇ τῶν παίδων προσέτι.

3 Ξέρξης ὁ Δαρείου παῖς τοῦ Βήλου τοῦ ἀρχαίου διασκάψας τὸ μνῆμα πύελον ὑελίνην εὗρεν, ἔνθα ἦν κείμενος ὁ νεκρὸς ἐν ἐλαίῳ. οὐ μὴν πεπλήρωτο ἡ πύελος, ἐνέδει δὲ ἀπὸ τοῦ χείλους ἐς παλαιστὴν ἴσως. παρέκειτο δὲ τῇ πυέλῳ καὶ στήλη βραχεῖα, ἔνθα ἐγέγραπτο ῾τῷ ἀνοίξαντι τὸ μνῆμα καὶ μὴ ἀναπληρώσαντι τὴν πύελον οὐκ ἔστιν ἄμεινον.᾿ ἀναγνοὺς δὲ ὁ Ξέρξης ἔδεισε, καὶ προσέταξεν ἐπιχέαι ἔλαιον τὴν ταχίστην· οὐ μὴν πεπλήρωτο. ὃ δὲ πάλιν προσέταξεν ἐπιχέαι. αὔξησιν δὲ οὐκ ἐλάμβανεν, ἕως ἀπεῖπε μάτην ἀναλίσκων τὸ ἐπιχεόμενον. κατακλείσας δὲ τὸν τάφον, ἀπηλλάγη ἀδημονῶν. οὐ διεψεύσατο δὲ ἡ στήλη ὅσα προεῖπεν· ἀθροίσας γὰρ ἑβδομήκοντα μυριάδας ἐπὶ τοὺς Ἕλληνας, κακῶς ἀπήλλαξεν, εἶτα ἐπανελθὼν αἴσχιστα ἀνθρώπων ἀπέθανεν, ἀποσφαγεὶς νύκτωρ ἐν τῇ εὐνῇ ὑπὸ τοῦ υἱοῦ.

4 Ἀρχέλαος ὁ βασιλεὺς ἑστίασιν παρεσκεύασε πο-