Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/211

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Λύσανδρος ἐν Λακεδαίμονι Μόθακες ἐκαλοῦντο. ὄνομα δὲ ἦν ἄρα τοῦτο τοῖς τῶν εὐπόρων δούλοις, οὓς συνεξέπεμπον τοῖς υἱοῖς οἱ πατέρες συναγωνιουμένους ἐν τοῖς γυμνασίοις. ὁ δὲ συγχωρήσας τοῦτο Λυκοῦργος τοῖς ἐμμείνασι τῇ τῶν παίδων ἀγωγῇ πολιτείας Λακωνικῆς μεταλαγχάνει. καὶ Ἐπαμεινώνδας δὲ πατρὸς ἦν ἀφανοῦς. Κλέων δὲ ὁ Σικυωνίων τύραννος καταποντιστὴς ἦν.

44 Αἱ ἐν Σικελίᾳ λιθοτομίαι περὶ τὰς Ἐπιπολὰς ἦσαν, σταδίου μῆκος, τὸ εὖρος δύο πλέθρων. ἦσαν δὲ ἐν αὐταῖς τοῦ χρόνου τοσοῦτον διατρίψαντες ἄνθρωποι, ὡς καὶ γεγαμηκέναι ἐκεῖ καὶ παιδοποιῆσαι. καί τινες τῶν παίδων ἐκείνων μηδεπώποτε πόλιν ἰδόντες, ὅτε ἐς Συρακούσας ἦλθον καὶ εἶδον ἵππους ὑπεζευγμένους καὶ βόας ἐλαυνομένους, ἔφευγον βοῶντες· οὕτως ἄρα ἐξεπλάγησαν. τὸ δὲ κάλλιστον τῶν ἐκεῖ σπηλαίων ἐπώνυμον ἦν Φιλοξένου τοῦ ποιητοῦ, ἐν ᾧ φασι διατρίβων τὸν Κύκλωπα εἰργάσατο τῶν ἑαυτοῦ μελῶν τὸ κάλλιστον, παρ᾽ οὐδὲν θέμενος τὴν ἐκ Διονυσίου τιμωρίαν καὶ καταδίκην, ἀλλ᾽ ἐν αὐτῇ τῇ συμφορᾷ μουσουργῶν ὁ Φιλόξενος.

45 Φρύγιοι καὶ ταῦτα ᾄδουσι λόγοι. Μίδου τοῦ Φρυγὸς ἔτι νηπίου καθεύδοντος μύρμηκας ἐσέρπειν ἐς τὸ στόμα, καὶ πάνυ φιλοπόνως καὶ φιλέργως ἐσφέρειν τοὺς πυρούς. Πλάτωνος δὲ μελίττας ἐς τὸ στόμα κηρίον ἐργάζεσθαι. καὶ Πινδάρῳ τῆς πατρῴας οἰκίας ἐκτεθέντι μέλιτται τροφοὶ ἐγένοντο, ὑπὲρ τοῦ γάλακτος παρατιθεῖσαι μέλι.

46 Διονύσιον δὲ τὸν Ἑρμοκράτους λέγουσι ποταμὸν διαβαίνειν· ἔφερε δὲ αὐτὸν ἵππος. καὶ ὁ μὲν ἵππος κατὰ τοῦ τέλματος ὤλισθεν, ὃ δὲ ἀποπηδήσας τῆς ὄχθης ἐλάβετο καὶ ἀπῄει, ὡς οὐκέτι τὸν ἵππον ὄντα