Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/206

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πολλῶν ἀπήλαυσαν. Σωκράτει δὲ εἰ προσεῖχον οἱ Ἀθηναῖοι, πάντα ἂν ἐγένοντο εὐδαίμονες. καὶ Ἱέρων δὲ ὁ Δεινομένους Σιμωνίδου τοῦ Κείου ἀπήλαυσε καὶ Πολυκράτης Ἀνακρέοντος, καὶ Ξενοφῶντος Πρόξενος καὶ Ἀντίγονος Ζήνωνος. ἵνα δὲ καὶ τῶν ἐμοὶ προσηκόντων οὐδὲν ἧττον ἤπερ καὶ οἱ Ἕλληνες προσήκουσι μεμνῶμαι ῾διαφέρει δέ μοι καὶ τούτων, εἴ γε Ῥωμαῖός εἰμἰ, καὶ Λεύκολλος Ἀντιόχου τι ὤνητο τοῦ Ἀσκαλωνίτου καὶ Μαικήνας Ἀρείου καὶ Κικέρων Ἀπολλωνίου καὶ ὁ Σεβαστὸς Ἀθηνοδώρου. Πλάτων δὲ ἐμοῦ καίτοι σοφώτερος ὢν λέγει ὅτι καὶ Ζεὺς εἶχε σύμβουλον· τίνα δὲ καὶ ὅπως, παρ᾽ ἐκείνου μανθάνωμεν.

26 Ποτίστατοι γεγόνασιν ἄνθρωποι ὥς φασι Ξεναγόρας ὁ Ῥόδιος, ὃν ἐκάλουν Ἀμφορέα, καὶ Ἡρακλείδης ὁ πύκτης, καὶ Πρωτέας ὁ Λανίκης μὲν υἱός, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως σύντροφος. καὶ αὐτὸς δὲ Ἀλέξανδρος λέγεται πλεῖστον πιεῖν ἀνθρώπων.

27 Ἡμερώτατά φασι τὸν Ἡρακλῆ προσενεχθῆναι τοῖς ἑαυτοῦ πολεμίοις· πρῶτον γὰρ τῶν ἐξ αἰῶνος νεκροὺς ὑποσπόνδους ἀποδοῦναι ταφησομένους, εἰωθότων τῶν τότε ὀλιγωρεῖν τῶν ἀνῃρημένων καὶ ἀπολείπειν αὐτοὺς κυνῶν δεῖπνον εἶναι.

28 Λεωκόριον Ἀθήνησιν ἐκαλεῖτο τὸ τέμενος τῶν Λεὼ θυγατέρων Πραξιθέας καὶ Θεόπης καὶ Εὐβούλης. ταύτας δὲ ὑπὲρ τῆς πόλεως τῆς Ἀθηναίων ἀναιρεθῆναι λόγος ἔχει, ἐπιδόντος αὐτὰς τοῦ Λεὼ ἐς τὸν χρησμὸν τὸν Δελφικόν. ἔλεγε γὰρ μὴ ἂν ἄλλως σωθῆναι τὴν πόλιν, εἰ μὴ ἐκεῖναι σφαγιασθεῖεν.

29 Πλάτων ὁ Ἀρίστωνος ἰδὼν Ἀκραγαντίνους καὶ οἰκοδομοῦντας πολυτελῶς καὶ ὁμοίως δειπνοῦντας εἶπεν ὅτι ἄρα οἱ Ἀκραγαντῖνοι οἰκοδομοῦσι μὲν ὡς