Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/205

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


βάνει τοῦ ποδός· καὶ ὃ μὲν ἀποδρᾶναι ἔσπευδεν, οὐ μὴν ἐδύνατο. παριόντα δὲ ἕτερον τῇ ἑτέρᾳ χειρὶ συναρπάσας τοῦ ποδὸς ὁμοίως εἶχε. θεασάμενος δὲ ὁ Μίλων ἐς τὸν οὐρανὸν τὰς χεῖρας τείνας ἔφατο ῾ὦ Ζεῦ, μὴ τοῦτον Ἡρακλῆ ἡμῖν ἕτερον ἔσπειρας;᾿ ἐντεῦθεν ῥηθῆναι λέγουσι τὴν παροιμίαν ῾ἄλλος οὗτος Ἡρακλῆς.᾿

23  Ἀνθρώπων ἐγὼ ἀκούω φιλοκινδυνοτάτους εἶναι τοὺς Κελτούς. τῶν ᾀσμάτων γοῦν ὑποθέσεις ποιοῦνται τοὺς ἀνθρώπους τοὺς ἀποθανόντας ἐν τῷ πολέμῳ καλῶς. μάχονται δὲ ἐστεφανωμένοι, ἀλλὰ καὶ τρόπαια ἐγείρουσιν, ἅμα τε ἐπὶ τοῖς πεπραγμένοις σεμνυνόμενοι καὶ ὑπομνήματα αὑτῶν τῆς ἀρετῆς ἀπολείποντες Ἑλληνικῶς. οὕτως δὲ αἰσχρὸν νομίζουσι τὸ φεύγειν, ὡς μηδὲ ἐκ τῶν οἰκιῶν κατολισθανουσῶν καὶ συμπιπτουσῶν ἀποδιδράσκειν, ἀλλὰ μηδὲ πιμπραμένων αὐτῶν περιλαμβανομένους ὑπὸ τοῦ πυρός. πολλοὶ δὲ καὶ ἐπικλύζουσαν τὴν θάλατταν ὑπομένουσιν. εἰσὶ δὲ καὶ οἳ ὅπλα λαμβάνοντες ἐμπίπτουσι τοῖς κύμασι καὶ τὴν φορὰν αὐτῶν ἐσδέχονται, γυμνὰ τὰ ξίφη καὶ τὰ δόρατα προσείοντες, ὥσπερ οὖν ἢ φοβῆσαι δυνάμενοι ἢ τρῶσαι.

24  Σμινδυρίδην τὸν Συβαρίτην λέγουσιν ἐπὶ τοσοῦτον τρυφῆς ἐξοκεῖλαι, ὡς ἐς Σικυῶνα αὐτὸν ἀφικέσθαι μνηστῆρα Ἀγαρίστης τῆς Κλεισθένους, καὶ ἐπάγεσθαι χιλίους μὲν μαγείρους, τοσούτους δὲ ὀρνιθευτάς, καὶ ἁλιεῖς χιλίους.

25  Ὤνηντο ἄρα καὶ Ὀδυσσεὺς Ἀλκίνου καὶ Ἀχιλλεὺς Χείρωνος καὶ Πάτροκλος Ἀχιλλέως καὶ Ἀγαμέμνων Νέστορος καὶ Τηλέμαχος Μενέλεω καὶ Ἕκτωρ Πολυδάμαντος, ἐν οἷς αὐτῷ προσεῖχε, καὶ οἱ Τρῶες Ἀντήνορος. καὶ οἱ Πυθαγόρειοι μὲν ὁμιληταὶ Πυθαγόρου ὤνηντο, οἱ Δημοκρίτειοι δὲ συγγενόμενοι Δημοκρίτῳ