Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/201

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μη παρασπονδεῖν μηδὲ ἐπιορκεῖν, βουλεύεσθαι δὲ μετὰ τῆς Ἀρχωνίδου κεφαλῆς.

9 Τιμησίας ὁ Κλαζομένιος καλῶς ἐξηγήσατο τῶν Κλαζομενίων· ἦν γὰρ τῶν ἀγαθῶν ἀνδρῶν. ὅς γε μὴν εἴωθε κατισχύειν τῶν τοιούτων φθόνος, καὶ τοῦ Τιμησίου κατεκράτει. καὶ τὰ μὲν πρῶτα ὀλίγον ἔμελε φθονουμένῳ αὐτῷ, τῆς δὲ πατρίδος αὐτὸν ἐξελάσαι ἐκεῖνό φασι. παρῄει διὰ διδασκαλείου· οἱ δὲ παῖδες ἀφεθέντες ὑπὸ τοῦ διδασκάλου ἔπαιζον. γίνεται δὲ δύο παίδων ὑπὲρ γραμμῆς φιλοτομία, καὶ ὁ εἶς ἐπώμοσεν ῾οὕτω ἐγὼ Τιμησίου τὸν ἐγκέφαλον ἐξαράξαιμι.᾿ τοῦτο ἐκεῖνος ἀκούσας καὶ ὑπολαβὼν ἀκρατῶς ἔχειν φθόνου καὶ δεινῶς ὑπὸ τῶν πολιτῶν μεμισῆσθαι, εἴ γε καὶ οἱ παῖδες αὐτὸν μισοῦσι, μήτι γοῦν οἱ ἄνδρες, ἑκὼν ἀπῆλθε τῆς πατρίδος.

10 Αἰγινῆταί ποτε ἐδυνήθησαν τὰ μέγιστα ἐν τοῖς Ἕλλησιν, εὐπορίαν τινὰ χρημάτων καὶ εὐκαιρίαν λαχόντες· δύναμιν γὰρ ναυτικὴν ἔσχον καὶ ἦσαν μέγιστοι. ἀλλὰ καὶ ἐν τοῖς Περσικοῖς ἀγαθοὶ ἐγένοντο, καὶ διὰ ταῦτα καὶ τῶν ἀριστείων ἠξιώθησαν. καὶ πρῶτοι νόμισμα ἔκοψαν τὸ καὶ ἐξ αὐτῶν κληθὲν νόμισμα Αἰγιναῖον.

11 Ὅτι Ῥωμαῖοι ὑπὸ τῷ λόφῳ τῷ Παλλαντίῳ Πυρετοῦ καὶ νεὼν καὶ βωμὸν ἱδρύσαντο.

12 Μοιχὸς ἐν Γορτύνῃ ἁλοὺς ἐπὶ τὰς ἀρχὰς ἤγετο, εἶτα ἐλεγχθεὶς ἐστεφανοῦτο ἐρίῳ. ἐνόει δὲ τοῦτο τὸ στεφάνωμα αὐτῷ ὅτι ἄνανδρός ἐστι καὶ γύννις καὶ ἐς γυναῖκας μάχλος. καὶ ἐπιπράσκετο δημοσίᾳ καὶ ἀτιμότατος ἦν καὶ οὐδενός οἱ μετῆν τῶν κοινῶν.

13 Ἀφίκετο ἐξ Ἑλλησπόντου παρὰ τὴν Ἀττικὴν ἑταίραν τὴν Γνάθαιναν ἐραστὴς ἀνὴρ κατὰ κλέος