Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/200

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


2  [Οὐδεὶς οὔτε πλάστης οὔτε γραφεὺς τῶν Διὸς θυγατέρων τὰ εἴδη παρέστησεν ἡμῖν ὡπλισμένα. ὁμολογεῖ δὲ τοῦτο, ὅτι δεῖ τὸν ἐν Μούσαις βίον εἰρηνικόν τε ἅμα καὶ πρᾶον εἶναι.]

3  Ἐπαμεινώνδας ὅτε ἐτρώθη ἐν Μαντινείᾳ καιρίαν, ἐς τὴν σκηνὴν κομισθεὶς ἔτι ἔμπνους Δαΐφαντον ἐκάλει, ἵνα ἀποδείξῃ στρατηγόν· οἵ δὲ ἔφασαν τεθνάναι τὸν ἄνδρα. εἶτα Ἰολαΐδαν καλεῖν διὰ ταχέων ἠξίου. ἐπεὶ δὲ καὶ αὐτὸς ἐλέχθη τεθνάναι, συνεβούλευσε διαλύσασθαι πρὸς τοὺς πολεμίους καὶ φιλίαν θέσθαι, ὡς μηκέτι στρατηγοῦ καταλελειμμένου ἐν Θήβαις.

4  Φασὶν Αἰγύπτιοι Σέσωστριν παρ᾽ Ἑρμοῦ τὰ νόμιμα ἐκμουσωθῆναι.

5  Ὅτι Λαῒς ἡ ἑταίρα, ὥς φησιν Ἀριστοφάνης ὁ Βυζάντιος, καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτο τὴν τοῦ ἤθους ἀγριότητα.

6  Ὅτι γελᾶν ἔξεστιν ἐπὶ τοῖς μέγα φρονοῦσι διὰ τοὺς πατέρας, εἴ γε ἐν Ῥωμαίοις μὲν Μαρίου τὸν πατέρα οὐκ ἴσμεν, αὐτὸν δὲ θαυμάζομεν διὰ τὰ ἔργα· Κάτωνος δὲ τοῦ πρεσβυτέρου καὶ αὐτοῦ τὸν πατέρα ἀναζητεῖν χρή.

7  Ὅτι Ἀλέξανδρος τὸν Ἀχιλλέως τάφον ἐστεφάνωσε καὶ Ἡφαιστίων τὸν τοῦ Πατρόκλου, αἰνιττόμενος ὅτι καὶ αὐτὸς ἦν ἐρώμενος τοῦ Ἀλεξάνδρου, ὥσπερ Ἀχιλλέως ὁ Πάτροκλος.

8  Κλεομένης ὁ Λάκων τῶν ἑταίρων τῶν αὑτοῦ παραλαβὼν Ἀρχωνίδην κοινωνὸν ἐποιεῖτο τῶν πραγμάτων. ἐπώμνυεν οὖν, εἰ κατάσχοι, πάντα σὺν τῇ αὐτοῦ κεφαλῇ πράττειν. κατασχὼν οὖν τὴν ἀρχήν, ἀποκτείνας τὸν ἑταῖρον αὑτοῦ καὶ ἀποκρίνας τὴν κεφαλὴν καὶ μέλιτι ἐμβαλών, ὁπότε μέλλοι τι πράττειν, τῷ ἀγγείῳ προσκύψας ἔλεγεν ὅσα ἔπραττε, λέγων