Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/199

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐνείργαστο αὐτῇ. χρόνῳ δὲ ὕστερον Τιριδάτης ὁ εὐνοῦχος ἀποθνήσκει, κάλλιστος τῶν ἐν τῇ Ἀσίᾳ καὶ ὡραιότατος γενόμενος· κατέστρεψε δὲ ἄρα οὗτος τὸν βίον μειρακιούμενος καὶ ἐκ τῆς παιδικῆς ἡλικίας ἀνατρέχων, ἐλέγετο δὲ αὐτοῦ ἐρᾶν ὁ βασιλεὺς ἀνδρειότατα. ἐκ δὴ τούτων ἐπένθει βαρύτατα καὶ δριμύτατα ἤλγει, καὶ δημοσίᾳ κατὰ πᾶσαν τὴν Ἀσίαν πένθος ἦν, χαριζομένων ἁπάντων βασιλεῖ τοῦτο. ἐτόλμα τε οὐδεὶς αὐτῷ προσελθεῖν οὐδὲ παραμυθήσασθαι· καὶ γὰρ ἐπίστευον ἀνιάτως αὐτὸν ἔχειν ἐπὶ τῷ συμβεβηκότι πάθει. τριῶν δὲ ἡμερῶν διελθουσῶν στολὴν ἀναλαβοῦσα ἡ Ἀσπασία πενθικήν, ἀπιόντος τοῦ βασιλέως ἐπὶ λουτρόν, ἔστη δακρύουσα καὶ ὁρῶσα ἐς γῆν· ὃ δὲ ἰδὼν αὐτὴν ἐξεπλάγη καὶ ἤρετο τὴν αἰτίαν τῆς ἀφίξεως. καὶ ἐκείνη φησὶ ῾λυπούμενόν σε, βασιλεῦ, καὶ ἀλγοῦντα ἀφῖγμαι παραμυθήσασθαι, εἴ σοι βουλομένῳ ἐστίν· εἰ δὲ χαλεπαίνεις, ἀπαλλάττομαι ὀπίσω.᾿ ὑπερήσθη τῇ κηδεμονίᾳ ὁ Πέρσης, καὶ προσέταξεν ἐς τὸν θάλαμον ἀνελθοῦσαν ἀναμεῖναι αὐτόν· ἣ δὲ ἔδρασε ταῦτα. ἐπεὶ δὲ ἐπανῆλθε, τὴν τοῦ εὐνούχου στολὴν ἐπὶ τῇ μελαίνῃ περιῆψε τῇ Ἀσπασίᾳ· καί πως ἔπρεψεν αὐτῇ καὶ τὰ τοῦ μειρακίου, καὶ ἔτι μᾶλλον τὰ τῆς ὥρας αὐτῇ πρὸς τὸν ἐραστὴν ἐξέλαμψεν. ἐπεὶ δὲ ἅπαξ ἐχειρώθη τούτοις ἐκεῖνος, ἠξίωσεν αὐτήν, ἔστ᾽ ἂν ἀπομαρανθῇ τοῦ πένθους αὐτῷ ἡ ἀκμή, οὕτως ἐσταλμένην ὡς αὐτὸν παριέναι αὐτήν. καὶ ἐκείνη χαριζομένη ἐπείσθη αὐτῷ· καὶ μόνη τῶν κατὰ τὴν Ἀσίαν οὐ γυναικῶν μόνον φασὶν ἀλλὰ καὶ τῶν τοῦ βασιλέως υἱῶν καὶ τῶν συγγενῶν παρεμυθήσατο Ἀρταξέρξην, καὶ τὸ ἐκ τῆς λύπης ἰάσατο πάθος, εἴξαντος τοῦ βασιλέως τῇ κηδεμονίᾳ καὶ τῇ παραμυθίᾳ πεισθέντος συνετῶς.