Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/198

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ βασιλικοῖς· ηὔφρανε γὰρ αὐτὴν μάλιστα ἐκεῖνο, ὅτι καίτοι πάνυ σφόδρα εὐδοκιμοῦσα παρὰ τῷ παιδὶ αὐτῆς ἡ Ἀσπασία, ὅμως ἐν τῷ φιλεῖσθαι ὑπὸ Κύρου ἐβούλετο τῆς Κῦρον τεκούσης ἡττᾶσθαι. ἐπῄνεσε μὲν οὖν Ἀσπασία τὰ δῶρα, οὐ μὴν ἔφατο αὐτῶν δεῖσθαι, ἐπεὶ καὶ χρήματα ἧκεν αὐτῇ μετὰ τῶν δώρων πάμπολλα· ἀπέστειλε δὲ Κύρῳ, ἐπειποῦσα ῾πολλοὺς ἀνθρώπων τρέφοντί σοι γένοιτο ἂν ταῦτα λυσιτελῆ· ἐμοὶ δὲ σὺ ἀρκεῖς φιλούμενος, καὶ κόσμος μοι εἶ σύ.᾿ καὶ ἐκ τούτων οὖν ὥσπερ εἰκὸς τὸν Κῦρον ἐξέπληξε, καὶ ἀναμφιλόγως ἐθαυμάζετο ἥδε ἡ γυνὴ καὶ διὰ τὸ κάλλος τὸ τοῦ σώματος καὶ ἔτι μᾶλλον διὰ τὴν εὐγένειαν τῆς ψυχῆς. ὅτε δὲ ἀνῃρέθη Κῦρος ἐν τῇ πρὸς τὸν ἀδελφόν μάχῃ, καὶ ἑάλω τὸ στρατόπεδον τοῦ Κύρου, μετὰ καὶ τῶν ἄλλων λαφύρων καὶ αὐτὴ ἑάλω, οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν ἐμπεσοῦσα ἐς τοὺς πολεμίους, ἀλλ᾽ ἀνεζήτησεν αὐτὴν σὺν πολλῇ τῇ φροντίδι ὁ βασιλεὺς Ἀρταξέρξης· ᾔδει γὰρ αὐτῆς τὸ κλέος καὶ τὴν ἀρετήν. ἐπεὶ δὲ αὐτὴν ἤγαγον δεδεμένην, ἠγανάκτει καὶ τοὺς μὲν τοῦτο δράσαντας ἐς δεσμωτήριον ἐνέβαλε, προσέταξε δὲ αὐτῇ δοθῆναι κόσμον πολυτελῆ. ἣ δὲ ἄκουσα καὶ ποτνιωμένη καὶ δακρύουσα ἐπὶ πολλοῖς ἐβιάσθη τὴν ἐκ βασιλέως στολὴν ἐνδῦναι· ἐθρήνει γὰρ ἰσχυρῶς τὸν Κῦρον· ἐνδῦσα δὲ ἐφάνη καλλίστη γυναικῶν, καὶ παραχρῆμα ὁ Ἀρταξέρξης ἐφλέγετο καὶ κατετήκετο, καὶ πρώτην γε τῶν γυναικῶν ἦγε, καὶ ἐς ὑπερβολὴν ἐτίμα δι᾽ ὧν ἔσπευδεν αὐτῇ χαρίζεσθαι, θαρρῶν ὅτι Κύρου μὲν ἀναπείσει ἐπιλαθέσθαι αὐτήν, διδάξει δ᾽ αὐτὸν φιλεῖν οὐδὲν ἐκείνου ἧττον. καὶ ἔτυχε μὲν τῆς ἐλπίδος, ὀψὲ δὲ καὶ βραδέως· δεινὴ γὰρ ἡ ἐς Κῦρον εὔνοια ἐντακεῖσα τῇ Ἀσπασίᾳ δυσέκνιπτον ὡς ὅτι μάλιστα τὸ φίλτρον