Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/197

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


καλά, καὶ πλούσιον αὐτὸν ἀπέφηνε. σωφροσύνῃ τε διέζη, ὡς αἱ Ἑλληνίδες γυναῖκες λέγουσι καὶ αἱ Περσίδες. ὅρμος ἐκομίσθη ποτὲ Κύρῳ ἐκ Θετταλίας, πεμψαντος τὸν ὅρμον Σκόπα τοῦ νεωτέρου· τῷ δὲ Σκόπᾳ ἐκεκόμιστο ἐκ Σικελίας τὸ δῶρον, ἐδόκει δὲ ὁ ὅρμος θαυμαστῇ τινι τέχνῃ καὶ ποικιλίᾳ ἐξειργάσθαι. πάντων οὖν, οἷς ἔδειξεν αὐτὸν ὁ Κῦρος, θαυμαζόντων, ὑπερησθεὶς τῷ κειμηλίῳ, παραχρῆμα ἐς Ἀσπασίας ἀφίκετο, μεσούσης ἡμέρας, καὶ καταλαβὼν αὐτὴν καθεύδουσαν, ὑποδὺς ὑπὸ θοιμάτιον καὶ παρακλιθεὶς ἠρέμα, ἀψοφητὶ ἔμενεν αὐτὸς μὲν ἀτρεμῶν· ἐκείνη δὲ ἐκάθευδεν. ἐπεὶ δὲ διυπνίσθη καὶ ἐθεάσατο τὸν Κῦρον, περιπλακεῖσα αὐτῷ κατὰ τὸν συνήθη τρόπον ἐφιλοφρονεῖτο αὐτόν. ὃ δὲ ἐξελὼν ἐκ τοῦ κιβωτίου τὸν ὅρμον ἔδειξεν, ἐπειπὼν ὅτι ἄξιός ἐστιν οὗτος ἢ θυγατρὸς βασιλέως ἢ μητρός. τῆς δὲ ὁμολογούσης ῾ἰδοὺ τοίνυν᾽ φησὶν ῾δίδωμί σοι αὐτὸν ἔχειν κτῆμα· καί μοι ὡς ἔχεις περιθεμένη δεῖξον τὸν τράχηλον.᾿ ἡ δὲ οὐχ ἡττήθη τοῦ δώρου, ἀλλ᾽ εὖ μάλα σοφῶς καὶ πεπαιδευμένως ἀπεκρίνατο ῾καὶ πῶσ᾽ ἔφη ῾τολμήσω Παρυσάτιδος δῶρον ἄξιον τῆς τεκούσης σε περιθέσθαι αὐτή; ἀλλὰ τοῦτον μὲν ἀπόπεμψον ἐκείνῃ, Κῦρε· ἐγὼ δέ σοι καὶ ἄνευ τούτου παρέξω καλὸν τὸν τράχηλον.᾿ Ἀσπασία μὲν οὖν μεγαλοφρόνως καὶ ὑπὲρ τὰς γυναῖκας βασιλικῶς τὰ ἐναντία ἔδρασεν ἤπερ εἰώθασι γυναῖκες δρᾶν· φιλόκοσμοι γάρ εἰσι δεινῶς· ὁ δὲ Κῦρος ἡσθεὶς τῇ ἀποκρίσει τὴν μὲν Ἀσπασίαν κατεφίλησεν, αὐτὰ δὲ ἕκαστα καὶ τῶν πραχθέντων καὶ τῶν λεχθέντων ἐς ἐπιστολὴν ἐγγράψας ἀπέπεμψε πρὸς τὴν μητέρα σὺν τῷ ὅρμῳ. καὶ ἡ Παρύσατις λαβοῦσα τὸ δῶρον οὐδὲν ἔλαττον ἥσθη τοῖς ἐπεσταλμένοις ἢ τῷ χρυσῷ· καὶ ὑπὲρ τούτων ἠμείψατο τὴν Ἀπασίαν μεγάλοις δώροις