Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/196

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοὺς δακτύλους, αἳ μὲν ἠνείχοντο, ἣ δὲ οὐχ ὑπέμενεν· ἄκρᾳ γὰρ τῇ χειρὶ μόνον τοῦ Κύρου προσαψαμένου ἐξεβόησέ τε καὶ ἔφατο αὐτὸν οἰμώξεσθαι τοιαῦτα δρῶντα. ὑπερήσθη τούτοις ὁ Κῦρος. ἐπανισταμένης τε αὐτῆς καὶ πειρωμένης φεύγειν, ἐπεὶ καὶ τῶν μαζῶν προσήψατο, ἀλλὰ ἐνταῦθα μὲν ὑπερηγάσθη τὴν εὐγένειαν οὐ Περσικῶς ὁ τοῦ Δαρείου, ἀλλὰ καὶ ἀποβλέψας πρὸς τὸν ἀγοραστὴν ῾ταύτην μόνην᾽ ἔφη ῾ἐλευθέραν καὶ ἀδιάφθορον ἤγαγες· αἱ δὲ λοιπαὶ καπηλικῶς ἔχουσι καὶ τοῦ εἴδους καὶ ἔτι μᾶλλον τοῦ τρόπου.᾿ ἐκ δὴ τούτων ὁ Κῦρος πλέον ταύτην ἠγάπησεν ἢ αἷς ὡμίλησέ ποτε ἀνθρώποις. χρόνῳ δὲ ὕστερον ὑπερηράσθη μὲν ταύτης ὁ Κῦρος, ἀντηρᾶτο δὲ καὶ ὑπ᾽ ἐκείνης, καὶ ἐς τοσοῦτον ἀμφοῖν ἡ φιλία προῆλθεν, ὡς ἐγγὺς ἰσοτιμίας εἶναι καὶ μὴ ἀπᾴδειν Ἑλληνικοῦ γάμου ὁμονοίας τε καὶ σωφροσύνης. ἀφίκετο οὖν τοῦ ἐς Ἀσπασίαν ἔρωτος καὶ ἐς Ἰωνίαν τὸ κλέος καὶ ἐς τὴν Ἑλλάδα πᾶσαν. ἐπεπλήρωτο δὲ καὶ ἡ Πελοπόννησος τῶν ὑπὲρ Κύρου τε καὶ ἐκείνης λόγων, ἀλλὰ καὶ ἐς βασιλέα τὸν μέγαν ἧκεν ἡ δόξα· ἐπεπίστευτο γὰρ δὴ ὅτι γυναικὸς ἄλλης μετ᾽ αὐτὴν οὐκ ἠξίου πειραθῆναι Κῦρος. ἐκ δὴ τούτων ἐσῄει τὴν Ἀσπασίαν μνήμη τῶν ἀρχαίων φασμάτων, περιστερᾶς τε ἐκείνης καὶ τῶν ἐξ αὐτῆς λόγων καὶ ὅσα προεῖπεν ἡ θεός· καὶ ἐπίστευεν αὐτὴν ἐξ ἀρχῆς μελεδωνὸν αὐτῆς γεγονέναι, καὶ ἔθυε τῇ Ἀφροδίτῃ τελεστήρια καὶ χαριστήρια. πρῶτον μὲν οὖν εἴδωλον χρυσοῦν ἀρκούντως μεγέθους ἔχον αὐτῇ κατεσκεύασεν. ἐνενοεῖτο δὲ τὸ ἄγαλμα τοῦτο Ἀφροδίτης εἷναι, καὶ πελειάδα αὐτῇ παρέστησε λιθοκόλλητον· καὶ ἀνὰ πᾶσαν ἡμέραν θυσίαις τε ἱλεοῦτο καὶ εὐφημίαις. ἀπέπεμψε δὲ καὶ Ἑρμοτίμῳ τῷ πατρὶ δῶρα πολλὰ καὶ