Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/194

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐῴκει δὲ ἡ χρόα ἡ κατὰ τοῦ προσώπου ῥόδοις. διὰ ταῦτά τοι οἱ Φωκαεῖς ἔτι παιδίον οὖσαν ἐκάλουν Μιλτώ. ὑπέφαινε δὲ καὶ τὰ χείλη ἐρυθρά, καὶ οἱ ὀδόντες λευκότεροι χιόνος ἦσαν. ἦν δὲ καὶ τὰ σφυρὰ ἀγαθὴ καὶ οἵας Ὅμηρος λέγει τὰς ὡραιοτάτας γυναῖκας κατὰ τὴν ἑαυτοῦ φωνήν, καλλισφύρους ὀνομάζων. φώνημα δὲ εἶχεν ἡδὺ καὶ ἁπαλόν· εἶπεν ἄν τις λαλούσης αὐτῆς ἀκούειν Σειρῆνος. πολυπραγμοσύνης δὲ ἁπάσης γυναικείας καὶ περιεργίας ἀπήλλακτο. ὁ μὲν γὰρ πλοῦτος φιλεῖ χορηγεῖν καὶ τὰ τοιαῦτα, πενομένη δὲ ἐκείνη καὶ τρεφομένη ὑπὸ πατρὶ καὶ αὐτῷ πένητι περίεργον μὲν οὐδὲν οὐδὲ περιττὸν ἐς τὸ εἶδος ἠράνιζεν. ἀφίκετο δέ ποτε παρὰ Κῦρον τὸν Δαρείου καὶ Παρυσάτιδος ἡ Ἀσπασία τὸν ἀδελφὸν Ἀρταξέρξου, οὐχ ἑκοῦσα οὐδὲ ἑκόντος αὐτὴν τοῦ πατρὸς ἀποπέμψαντος, ἀλλὰ γὰρ πρὸς βίαν, οἷα πολλάκις ἀπήντησεν ἢ πόλεων ἁλουσῶν ἢ τυράννων βιασαμένων ἢ σατραπῶν. εἷς οὖν τῶν Κύρου σατραπῶν μετὰ καὶ ἄλλων παρθένων ἀνήγαγεν αὐτὴν πρὸς Κῦρον, καὶ τάχιστα τῶν ἄλλων παλλακίδων προετιμήθη διά τε ἤθους ἀφέλειαν καὶ τοῦ τρόπου τὸ αἰδῆμον καὶ ὅτι ἀπεριέργως καλὴ ἦν. συνεμάχετο δὲ πρὸς τὸ ὑπερφιλεῖσθαι καὶ ὅτι σύνεσιν εἶχε. πολλάκις γοῦν καὶ ὑπὲρ τῶν ἐπειγόντων ἐχρήσατο αὐτῇ συμβούλῳ Κῦρος, καὶ πεισθεὶς οὐ μετέγνω. ὡς δὲ ἦλθε τὸ πρῶτον πρὸς Κῦρον ἡ Ἀσπασία, ἔτυχε μὲν ἀπὸ δείπνου ὢν καὶ πίνειν ἔμελλε κατὰ τὸν τρόπον τὸν Περσικόν· μετὰ γὰρ τὸ ἐμπλησθῆναι τροφῆς οἱ Πέρσαι τῷ τε οἴνῳ καὶ ταῖς προπόσεσιν εὖ μάλα ἀποσχολάζουσιν, ὡς πρὸς ἀντίπαλον τὸν πότον ἀποδυόμενοι. μεσοῦντος οὖν τοῦ πότου τέτταρες παρθένοι παράγονται τῷ Κύρῳ Ἑλληνικαί, ἐν δὲ ταῖς καὶ ἡ Φωκαῒς Ἀσπασία ἦν. ἦσαν