Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/185

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οντες καὶ δεδοικότες πάντα· ἴσασι γὰρ ὅτι ὥσπερ οὖν αἱ ὗς ὀφείλουσι καὶ ἐκεῖνοι τὴν ψυχὴν πᾶσιν.

6 Ἐκωμῳδοῦντο ἐς λεπτότητα Σαννυρίων ὁ κωμῳδίας ποιητὴς καὶ Μέλητος ὁ τραγῳδίας ποιητὴς καὶ Κινησίας κυκλίων χορῶν καὶ Φιλητᾶς ποιητὴς ἑξαμέτρων. Ἀρχέστρατος δὲ ὁ μάντις ὑπὸ πολεμίων ἁλοὺς καὶ ἐπὶ ζυγὸν ἀναβληθεὶς ὀβολοῦ ὁλκὴν εὑρέθη ἔχων, ὥς φασι. καὶ Πανάρετος δὲ λεπτότατος ἦν· διετέλεσε μέντοι ἄνοσος. λέγουσι δὲ καὶ Ἱππώνακτα τὸν ποιητὴν οὐ μόνον γενέσθαι μικρὸν τὸ σῶμα ἀλλὰ καὶ λεπτόν. ἀλλὰ καὶ Φιλιππίδης, καθ᾽ οὗ λόγος ἐστὶν Ὑπερίδῃ, λεπτότατος ἦν. ὅθεν καὶ τὸ πάνυ κατισχνῶσθαι τὸ σῶμα πεφιλιππιδῶσθαί φασιν ἔλεγον. μάρτυς Ἄλεξις.

7 Οἰνοπίδης ὁ Χῖος ἀστρολόγος ἀνέθηκεν ἐν Ὀλυμπίοις τὸ χαλκοῦν γραμματεῖον, ἐγγράψας ἐν αὐτῷ τὴν ἀστρολογίαν τῶν ἑνὸς δεόντων ἑξήκοντα ἐτῶν, φήσας τὸν μέγαν ἐνιαυτὸν εἶναι τοῦτον. ὅτι Μέτων ὁ Λευκονοιεὺς ἀστρολόγος ἀνέστησε στήλας, καὶ τὰς τοῦ ἡλίου τροπὰς κατεγράψατο, καὶ τὸν μέγαν ἐνιαυτὸν ὡς ἔλεγεν εὗρε, καὶ ἔφατο αὐτὸν ἑνὸς δέοντα εἴκοσιν ἐτῶν.

8 Ἀριστοτέλης ὁ Κυρηναῖος ἔλεγε μὴ δεῖν εὐεργεσίαν παρά τινος προσίεσθαι· ἢ γὰρ ἀποδιδόναι πειρώμενον πράγματα ἂν ἔχειν ἢ μὴ ἀποδιδόντα ἀχάριστον φαίνεσθαι.

9 Φιλόξενος λίχνος ἦν καὶ γαστρὸς ἥττων. λοπάδος οὖν ποτε ἑψομένης ἐν καπηλείῳ τέως μὲν εὐφραίνετο καὶ ἑαυτὸν εἱστία τῇ ὀσμῇ· ἐπεὶ δὲ αὐτῷ ἐπετείνετο ἡ ὄρεξις καὶ ἡττᾶτο τῆς φύσεως ῾κακῆς γε οὔσης, ὦ θεοί᾽, τηνικαῦτα οὐκ ἐνεγκὼν προσέταξε τὸν παῖδα πρίασθαι τὴν λοπάδα. ἐπεὶ δὲ ἔφατο πωλεῖν αὐτὴν