Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/184

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μονκαὶ τὸν εἴργοντα νόμον τῆς θέας τὰς γυναῖκας, καὶ ἐθεάσατο Ὀλύμπια.

2 Εὐβώταν τὸν Κυρηναῖον ἰδοῦσα Λαῒς ἠράσθη αὐτοῦ θερμότατα, καὶ περὶ γάμου λόγους προσήνεγκεν. ὃ δὲ φοβηθεὶς τὴν ἐξ αὐτῆς ἐπιβουλὴν ὑπέσχετο ταῦτα δράσειν· οὐ μὴν ὡμίλησεν αὐτῇ ὁ Εὐβώτας, σωφρόνως διαβιώσας. ἡ δὲ ὑπόσχεσις αὐτοῦ μετὰ τὴν ἀγωνίαν ἦν. νικήσας οὖν ἵνα μὴ δόξῃ διαφθεῖραι τὰς ὁμολογίας τὰς πρὸς τὴν ἄνθρωπον, εἰκόνα γραψάμενος τῆς Λαΐδος ἐς τὴν Κυρήνην ἐκόμισε, λέγων ἄγειν Λαΐδα καὶ μὴ παραβῆναι τὰς συνθήκας. ἀνθ᾽ ὧν ἡ γυνὴ ἡ νόμῳ γημαμένη αὐτῷ παμμέγιστον ἀνδριάντα ἐν Κυρήνῃ ἀνέστησεν, αὐτὸν ἀμειβομένη τῆς σωφροσύνης.

3 Τὰ τῶν περδίκων νεόττια ἐπειδὰν τάχιστα τοὺς πόδας ἔξω ποιήσῃ τοῦ λέμματος, ἐντεῦθεν ἤδη δρομικώτατά ἐστι. τὰ δὲ τῶν νηττῶν νεόττια παραχρῆμα ἐξ ὠδίνων νήχεται. καὶ οἱ τῶν λεόντων δὲ σκύμνοι καταγράφουσι τοῖς ὄνυξι τὰς μήτρας τῶν μητέρων πρὸς φῶς ἐπειγόμενοι.

4 Ἀλέξανδρος ὁ Φιλίππου τρὶς τετρακόσια στάδια ἐφεξῆς μεθ᾽ ὅπλων ὁδοιπορήσας, συμβαλὼν τοῖς πολεμίοις, πρὶν ἀναπαῦσαι τὸ στρατόπεδον, ἐκράτησε τῶν ἐχθρῶν.

5 Φρύγιος οὗτος ὁ λόγος· ἔστι γὰρ Αἰσώπου τοῦ Φρυγός. ὁ δὲ λόγος φησὶ τὴν ὗν ἐὰν αὐτῆς τις ἅψηται, βοᾶν καὶ μάλα γε εἰκότως· οὔτε γὰρ ἔρια ἔχει ὗς οὔτε γάλα οὔτε ἄλλο τι πλὴν τῶν κρεῶν. παραχρῆμα οὖν ὀνειροπολεῖν τὸν θάνατον, εἰδυῖαν ἐς ὅ τι τοῖς χρησομένοις αὐτῇ πέφυκε λυσιτελὴς εἶναι. ἐοίκασι δὲ τῇ ὑὶ τῇ Αἰσώπου οἱ τύραννοι ὑποπτεύ-