Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/181

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὴν προμήθειαν ὑπερεπῄνεσε, καὶ ὧν ἐξέρριψε διπλάσιον ἔδωκε ὑπὲρ τῆς τοῦ πυρὸς χρείας.

31 Ἀθλητὴς Κροτωνιάτης Ὀλυμπιονίκης ἀπιὼν πρὸς τοὺς Ἑλλανοδίκας, ἵνα λάβῃ τὸν στέφανον, ἐπίληπτος γενόμενος ἀπέθανε κατενεχθεὶς μετὰ πτώματος.

32 Φρύνην τὴν ἑταίραν ἐν Δελφοῖς ἀνέστησαν οἱ Ἕλληνες ἐπὶ κίονος εὖ μάλα ὑψηλοῦ. οὐκ ἐρῶ δὲ ἁπλῶς τοὺς Ἕλληνας, ὡς ἂν μὴ δοκοίην δι᾽ αἰτίας ἄγειν πάντας, οὓς φιλῶ πάντων μάλιστα, ἀλλὰ τοὺς τῶν Ἑλλήνων ἀκρατεστέρους. τὸ δὲ ἄγαλμα χρυσοῦν ἦν. καὶ αἱ Κίμωνος δὲ ἵπποι χαλκαῖ καὶ αὗται Ἀθήνησιν εἰκασμέναι ὅτι μάλιστα ταῖς Κίμωνος ἵπποις εἱστήκεσαν.

33 Μειράκιον Ἐρετρικὸν προσεφοίτησε Ζήνωνι πλείονος χρόνου, ἔστ᾽ ἐς ἄνδρας ἀφίκετο. ὕστερον οὖν ἐς τὴν Ἐρετρίαν ἐπανῆλθε, καὶ αὐτὸν ὁ πατὴρ ἤρετο ὅ τι ἄρα μάθοι σοφὸν ἐν τῇ τοσαύτῃ διατριβῇ τοῦ χρόνου. ὃ δὲ δείξειν ἔφη, καὶ οὐκ ἐς μακρὰν ἔδρασε τοῦτο. χαλεπήναντος γὰρ αὐτῷ τοῦ πατρὸς καὶ τέλος πληγὰς ἐντείναντος, ὃ δὲ τὴν ἡσυχίαν ἀγαγὼν καὶ ἐγκαρτερήσας τοῦτο ἔφη μεμαθηκέναι, φέρειν ὀργὴν πατέρων καὶ μὴ ἀγανακτεῖν.

34 Διογένης ἐς Ὀλυμπίαν ἐλθὼν καὶ θεασάμενος ἐν τῇ πανηγύρει Ῥοδιακούς τινας νεανίσκους πολυτελῶς ἠσθημένους, γελάσας ῾τῦφοσ᾽ ἔφη ῾τοῦτό ἐστιν.᾿ εἶτα περιτυχὼν Λακεδαιμονίοις ἐν ἐξωμίσι φαύλαις καὶ ῥυπώσαις ῾ἄλλοσ᾽ εἶπεν ῾οὗτος τῦφος.᾿

35 Ὁ δὲ Σωκράτης ἰδὼν τὸν Ἀντισθένη τὸ διερρωγὸς τοῦ ἱματίου μέρος ἀεὶ ποιοῦντα φανερὸν, ῾οὐ παύσᾐ ἔφη ῾ἐγκαλλωπιζόμενος ἡμῖν;᾿

36 Ψάλτης Ἀντιγόνῳ ἐπεδείκνυτο. τοῦ δὲ πολλάκις λέγοντος ῾τὴν νήτην ἐπίσφιγξον,᾿ εἶτα πάλιν ῾τὴν