Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/177

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


16  Τὴν Ἰταλίαν ᾤκησαν πρῶτοι Αὔσονες αὐτόχθονες. πρεσβύτατον δὲ γενέσθαι Μάρην τινὰ καλούμενον, οὗ τὰ μὲν ἔμπροσθεν λέγουσιν ἀνθρώπῳ ὅμοια, τὰ κατόπισθεν δὲ ἵππῳ· αὐτὸ δὲ τοὔνομα εἰς τὴν Ἑλλάδα φασὶν ἱππομιγὴς δύναται. δοκεῖ δέ μοι πρῶτος ἵππον ἀναβῆναι καὶ ἐμβαλεῖν αὐτῷ χαλινόν, εἶτα ἐκ τούτου διφυὴς πιστευθῆναι. μυθολογοῦσι δὲ αὐτὸν καὶ βιῶναι ἔτη τρία καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὅτι τρὶς ἀποθανὼν ἀνεβίω τρίς· ἐμοὶ δὲ οὐ πιστὰ δοκοῦσιν. ὅτι τὴν Ἰταλίαν φασὶν οἰκῆσαι ἔθνη πάμπολλα καὶ ὅσα οὐκ ἄλλην γῆν. τὸ δὲ αἴτιον, διὰ τὴν τῶν ὡρῶν εὐκρασίαν καὶ τὴν τῆς χώρας ἀρετὴν καὶ τὸ ἔνυδρον αὐτῆς καὶ τὸ πάμφορον καὶ τὸ εὔβοτον καὶ ὅτι ποταμοῖς ἐστι κατάρρυτος καὶ ὅτι θάλαττα ἀγαθὴ παράκειται αὐτῇ ὅρμοις πανταχόθεν διειλημμένη καὶ καταγωγαῖς ἀφθόνοις καὶ κατάρσεσιν. ἀλλὰ καὶ τὸ τῶν οἰκητόρων ἥμερον καὶ πρᾶον ἐπῆρε πολλοὺς ἐς τὴν μετοίκησιν. καὶ ὅτι πόλεις ᾤκησαν τὴν Ἰταλίαν πάλαι ἑπτὰ καὶ ἐνενήκοντα καὶ ἑκατὸν πρὸς ταῖς χιλίαις.

17  Κουφότητα ἔοικε κατηγορεῖν οὗτος ὁ λόγος ὁ λέγων περὶ Δημοσθένους ὅτι ἄρα τύφου αὐτὸν ὑπεπλήρουν καὶ οἱ ὑδροφοροῦντες, εἴ ποτε παριόντος αὐτοῦ ὑπέρ αὐτοῦ τι ψιθυρίσαιεν. ὃς γὰρ καὶ ὑπ᾽ ἐκείνων ἐκουφίζετο καὶ ἐπαιρόμενος ἦν δῆλος, τίς ἦν, εἴ ποτε ὑπὸ τῆς ἐκκλησίας ἐκροτήθη.

18  Θεμιστοκλῆς ὁ Νεοκλέους ἑαυτὸν εἴκαζε ταῖς δρυσί, λέγων ὅτι καὶ ἐκείνας ὑπέρχονται οἱ ἄνθρωποι, καὶ δέονται αὐτῶν, εἰ ὕοι, στέγην τὴν ἐκ τῶν κλάδων ποθοῦντες· ὅταν δὲ οὔσης εὐδίας παρίωσι, τίλλουσιν αὐτὰς καὶ περικλῶσιν. καὶ αὐτὸς οὖν ἔλεγεν ὑπὸ τοῦ δήμου τὰ αὐτὰ πάσχειν.