Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/166

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ γνωσθέντων ἐκείνων αὐτοὺς μὲν ἀπέλιπεν, οἳ δὲ ᾤκισαν τὴν Νάξον. Νηλεὺς δὲ ἐς τὴν Ἰωνίαν ἀφίκετο, καὶ πρῶτον μὲν ᾤκισε Μίλητον, Κᾶρας ἐξελάσας καὶ Μυγδόνας καὶ Λέλεγας καὶ ἄλλους βαρβάρους, ἀφ᾽ ὧν αἱ δώδεκα πόλεις ἐκλήθησαν ἐν Ἰωνίᾳ. εἰσὶ δὲ αἵδε, Μίλητος Ἔφεσος Ἐρυθραὶ Κλαζομεναὶ Πριήνη Λέβεδος Τέως Κολοφὼν Μυοῦς Φώκαια Σάμος καὶ Χίος. καὶ ἄλλας δὲ πολλὰς ὕστερον ᾤκισε πόλεις ἐν τῇ ἠπείρῳ.

6 Τῶν ἀρχαίων φασὶ Θρᾳκῶν μηδένα ἐπίστασθαι γράμματα· ἀλλὰ καὶ ἐνόμιζον αἴσχιστον εἶναι πάντες οἱ τὴν Εὐρώπην οἰκοῦντες βάρβαροι χρῆσθαι γράμμασιν. οἱ δὲ ἐν τῇ Ἀσίᾳ ὡς λόγος ἐχρῶντο αὐτοῖς μᾶλλον. ἔνθεν τοι καὶ τολμῶσι λέγειν μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι, Θρᾷκα ὄντα, ἀλλ᾽ ἄλλως τοὺς μύθους αὐτοῦ καταψεύσασθαι. ταῦτα Ἀνδροτίων λέγει, εἴ τῳ πιστὸς ὑπὲρ τῆς ἀγραμματίας καὶ ἀπαιδευσίας Θρᾳκῶν τεκμηριῶσαι.

7 Ἀλέξανδρος ὅτε Δαρεῖον εἷλε, γάμους εἱστία καὶ ἑαυτοῦ καὶ τῶν φίλων. ἐνενήκοντα δὲ ἦσαν οἱ γαμοῦντες καὶ ἰσάριθμοι τούτοις οἱ θάλαμοι. ἦν δὲ ὁ ἀνδρὼν ὁ ὑποδεχόμενος καὶ ἑστιῶν αὐτοὺς ἑκατοντάκλινος· καὶ ἑκάστη κλίνη ἀργυρόπους ἦν, ἡ δὲ αὐτοῦ χρυσόπους, καὶ κεκόσμηντο πᾶσαι ἁλουργοῖς καὶ ποικίλοις ἱματίοις ὑφῆς βαρβαρικῆς μέγα τιμίας. συμπαρέλαβε δὲ ἐς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους, καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ. ἐν δὲ τῇ αὐλῇ εἱστιῶντο αἵ τε ἄλλαι δυνάμεις, αἱ πεζαὶ καὶ αἱ ναυτικαὶ καὶ οἱ ἱππεῖς καὶ αἱ πρεσβεῖαι δὲ καὶ οἱ παρεπιδημοῦντες Ἕλληνες. καὶ ἐγένετο τὰ δεῖπνα πρὸς σάλπιγγα, τὸ μὲν συγκλητικὸν μέλος ᾀδούσης, ὅτε αὐτοὺς ἐχρῆν παριέναι ἐπὶ τὴν δαῖτα, τὸ δὲ ἀνακλη-