4 Ὅτι Πιττακὸς πάνυ σφόδρα ἐπῄνει τὴν μύλην, τὸ ἐγκώμιον αὐτῆς ἐκεῖνο ἐπιλέγων, ὅτι ἐν μικρῷ τόπῳ διαφόρως ἔστι γυμνάσασθαι. ἦν δέ τι ᾆσμα ἐπιμύλιον οὕτω καλούμενον.
5 Καὶ Λαέρτης δὲ αὐτουργῶν ὑπὸ τοῦ παιδὸς πεφώραται καὶ φυτὸν ξύων, καίτοι γηράσκων βαθύτατα. ὁμολογεῖ δὲ καὶ Ὀδυσσεὺς αὐτὸς πολλὰ εἰδέναι καὶ τεχνίτης αὐτῶν εἶναι,
δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειεν βροτὸς ἄλλος,
πῦρ᾽ τ᾽ εὖ νηῆσαι, διά τε ξύλα δανὰ κεάσσαι.
καὶ τὴν σχεδίαν δὲ οὐ δεηθεὶς ναυπηγῶν, ἀλλὰ δι᾽ ἑαυτοῦ τὴν ταχίστην εἰργάσατο. καὶ Ἀχιλλεὺς δέ, τρίτος ὢν ἀπὸ τοῦ Διός, αὐτὸς διακόπτει τὰ κρέα, δεῖπνον τοῖς παρὰ τῶν Ἀχαιῶν ἀφικομένοις πρέσβεσιν εὐτρεπίσαι σπεύδων.
6 Χιόνος ποτὲ πιπτούσης ἤρετο ὁ βασιλεὺς τῶν Σκυθῶν τινα γυμνὸν διακαρτεροῦντα εἰ ῥιγοῖ. ὃ δὲ αὐτὸν ἀντήρετο εἰ τὸ μέτωπον ῥιγοῖ. τοῦ δὲ οὐ φήσαντος ῾οὐκοῦν᾽ εἶπεν ῾οὐδὲ ἐγώ· πᾶς γὰρ μέτωπόν εἰμι.᾿
7 Δημοσθένης ὁ Δημοσθένους εἰ ἔμελλε τῆς ὑστεραίας ἔσεσθαι ἐκκλησία ἀλλὰ ἐκεῖνός γε διὰ τῆς νυκτὸς ἠγρύπνει πάσης, διαφροντίζων δηλονότι καὶ ἐκμανθάνων ταῦτα ἃ ἔμελλεν ἐρεῖν. ὁ τοίνυν Πυθέας ἐκ τούτων ἐμοὶ δοκεῖν ἐπέσκωπτεν ἐς αὐτόν, ἐπιλέγων αὐτοῦ τὰ ἐνθυμήματα ἐλλυχνίων ὄζειν.
8 Ὅτε Ἡφαιστίων ἀπέθανεν, Ἀλέξανδρος ὅπλα αὐτῷ ἐς τὴν πυρὰν ἐνέβαλε, καὶ χρυσὸν καὶ ἄργυρον τῷ νεκρῷ συνέτηξε καὶ ἐσθῆτα τὴν μέγα τιμίαν ἐν Πέρσαις. ἀπέκειρε δὲ καὶ τοὺς πλοκαμοὺς τοὺς ἑαυτοῦ, Ὁμηρικὸν πάθος δρῶν καὶ μιμούμενος τὸν Ἀχιλ-