Ἀσσυρίων βασιλέα κλητὴ κατὰ κλέος τῆς ὥρας, ὃ δὲ ἐντυχὼν τῇ ἀνθρώπῳ ἠράσθη αὐτῆς. ἣ δὲ ᾔτησεν ἐκ τοῦ βασιλέως τὴν βασίλειον στολὴν λαβεῖν καὶ πέντε ἡμερῶν τῆς Ἀσίας ἄρξαι, καὶ τὰ ὑπὸ ταύτης προσταττόμενα δρᾶσαι. οὐδὲ τῆς αἰτήσεως ἠτύχησεν. ἐπεὶ δὲ ἐκάθισεν αὐτὴν ὁ βασιλεὺς ἐπὶ τοῦ θρόνου, καὶ ἔγνω διὰ χειρὸς καὶ γνώμης ἔχουσα πάντα, προσέταξε τοῖς δορυφόροις αὐτὸν τὸν βασιλέα κτεῖναι· καὶ οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν κατέσχε. λέγει δὲ ταῦτα Δείνων.
2 Στράτων ὁ Σιδώνιος λέγεται τρυφῇ καὶ πολυτελείᾳ ὑπερβαλέσθαι σπεῦσαι ἀνθρώπους πάντας. καὶ Θεόπομπος ὁ Χῖος παραβάλλει αὐτοῦ τὸν βίον τῇ τῶν Φαιάκων διαίτῃ, ἥνπερ καὶ Ὅμηρος κατὰ τὴν ἑαυτοῦ μεγαλόνοιαν ὥσπερ εἴθιστο ἐξετραγῴδησεν. τούτῳ γε μὴν οὐχ εἷς παρῆν ᾠδός, κατᾴδων αὐτοῦ τὸ δεῖπνον καὶ καταθέλγων αὐτόν, ἀλλὰ πολλαὶ μὲν παρῆσαν γυναῖκες μουσουργοὶ καὶ αὐλητρίδες καὶ ἑταῖραι κάλλει διαπρέπουσαι καὶ ὀρχηστρίδες. διεφιλοτιμεῖτο δὲ ἰσχυρῶς καὶ πρὸς Νικοκλέα τὸν Κύπριον, ἐπεὶ καὶ ἐκεῖνος πρὸς αὐτόν. ἦν δὲ ἡ ἅμιλλα ὑπὲρ οὐδενὸς σπουδαίου, ἀλλ᾽ ὑπὲρ τῶν προειρημένων. καὶ πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τὰ παρ᾽ ἀλλήλοις, εἶτα ἀντεφιλοτιμοῦντο ἑκάτερος ὑπερβαλέσθαι τὸν ἕτερον. οὐ μὴν ἐς τὸ παντελὲς ἐν τούτοις διεγένοντο· ἀμφότεροι γὰρ βιαίου θανάτου ἔργον ἐγένοντο.
3 Ὅτι Ἀρίστιππος ἑταίρων αὐτῷ τινων ὀδυρομένων βαρύτατα πολλὰ μὲν καὶ ἄλλα πρὸς αὐτοὺς εἶπε λύπης ἀνασταλτικά, καὶ ταῦτα δὲ ἐν προοιμίοις ῾ἀλλ᾽ ἔγωγε ἥκω παρ᾽ ὑμᾶς οὐχ ὡς συλλυπούμενος, ἀλλ᾽ ἵνα παύσω ὑμᾶς λυπουμένους.᾿