{σλβτ|σύνην|σωφροσύνην}} καὶ τρόπου κόσμον ἡ τοῦ Διονυσίου ἐκ τῶν τηλικούτων ἐς οὕτω ταπεινὰ μεταβολή.
13 Καλῶς τὸ δαιμόνιον ἐπὶ τριγονίαν τυραννίδας μὴ ἄγον, ἀλλὰ ἢ παραχρῆμα ἐκτρῖβον τοὺς τυράννους πίτυος δίκην ἢ παίδων στερίσκον. μνημονεύονται δὲ ὑφ᾽ Ἑλλήνων ἐξ αἰῶνος καὶ ἐς ἐγγόνους διαρκέσαι αἵδε, ἥ τε Ἱέρωνος ἐν Σικελίᾳ καὶ ἡ τῶν Λευκωνιδῶν περὶ Βόσπορον καὶ ἡ τῶν Κυψελιδῶν ἐν Κορίνθῳ.
14 Ἡμερώτατον δὲ Δαρείου τοῦτο τὸ ἔργον ἀκούω τοῦ παιδὸς τοῦ Ὑστάσπου. Ἀρίβαζος ὁ Ὑρκανὸς ἐπεβούλευσεν αὐτῷ μετὰ καὶ ἄλλων ἀνδρῶν οὐκ ἀφανῶν ἐν Πέρσαις· ἦν δὲ ἡ ἐπιβουλὴ ἐν κυνηγεσίῳ. ἅπερ προμαθὼν ὁ Δαρεῖος οὐκ ἔπτηξεν, ἀλλὰ προστάξας αὐτοῖς λαβεῖν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἐκέλευσεν αὐτοὺς διατείνασθαι τὰ παλτά, καὶ δριμὺ ἐνιδὼν ῾τί οὖν οὐ δρᾶτε τοῦτὀ εἶπεν ῾ἐφ᾽ ὃ καὶ ὡρμήσατε;᾿ οἳ δὲ ἰδόντες ἄτρεπτον ἀνδρὸς βλέμμα ἀνεστάλησαν τὴν ὁρμήν. τὸ δέος δὲ αὐτοὺς κατέσχεν οὕτως, ὡς καὶ ἐκβαλεῖν τὰς αἰχμὰς καὶ ἀφάλασθαι τῶν ἵππων καὶ προσκυνῆσαι Δαρεῖον καὶ ἑαυτοὺς παραδοῦναι ὅ τι καὶ βούλοιτο πράττειν. ὃ δὲ διέστησεν ἄλλους ἄλλῃ, καὶ τοὺς μὲν ἐπὶ τὰ τῆς Ἰνδικῆς ὅρια ἀπέπεμψε, τοὺς δὲ ἐπὶ τὰ Σκυθικά. καὶ ἐκεῖνοι ἔμειναν αὐτῷ πιστοί, διὰ μνήμης ἔχοντες τὴν εὐεργεσίαν.
1 Σεμίραμιν τὴν Ἀσσυρίαν ἄλλοι μὲν ἄλλως ᾄδουσιν, ὡραιοτάτη δὲ ἐγένετο γυναικῶν, εἰ καὶ ἀφελέστερον ἐχρῆτο τῷ κάλλει. ἀφικομένη δὲ πρὸς τὸν τῶν