Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/157

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐξουσίαν. διὰ ταῦτά τοι καὶ ἐν τῷ τῆς Σικελίας Ἥρας νεῷ ἕστηκεν αὐτοῦ εἰκὼν γυμνὸν αὐτὸν δεικνῦσα, καὶ ὡμολόγει τὴν πρᾶξιν τοῦ Γέλωνος τὸ γράμμα.

12 Διονύσιος δὲ ὁ δεύτερος τὴν ἀρχὴν εἶχεν εὖ μάλα περιπεφραγμένην τοῦτον τὸν τρόπον. ναῦς μὲν ἐκέκτητο οὐκ ἐλάττους τῶν τετρακοσίων, ἑξήρεις καὶ πεντήρεις· πεζῶν δὲ δύναμιν ἐς δέκα μυριάδας, ἱππεῖς δὲ ἐννεακισχιλίους. ἡ δὲ πόλις τῶν Συρακοσίων λιμέσιν ἐκεκόσμητο μεγίστοις, καὶ τεῖχος αὐτῇ περιεβέβλητο ὑψηλότατον· σκεύη δὲ εἶχεν ἕτοιμα ναυσὶν ἄλλαις πεντακοσίαις, τεθησαύριστο δὲ αὐτῇ καὶ σῖτος ἐς ἑκατὸν μεδίμνων μυριάδας. καὶ ὁπλοθήκη νενησμένη ἀσπίσι καὶ μαχαίραις καὶ δόρασι καὶ κνημῖσι καὶ θώραξι καὶ καταπέλταις· ὁ δὲ καταπέλτης εὕρημα ἦν αὐτοῦ Διονυσίου. εἶχε δὲ καὶ συμμάχους παμπόλλους. καὶ τούτοις ἐπιθαρρῶν ὁ Διονύσιος ἀδάμαντι δεδεμένην ᾤετο τὴν ἀρχὴν κεκτῆσθαι. ἀλλ᾽ οὗτός γε πρώτους μὲν ἀπέκτεινε τοὺς ἀδελφούς· εἶδε δὲ καὶ τοὺς υἱοὺς βιαίως ἀποσφαγέντας καὶ τὰς θυγατέρας καταισχυνθείσας εἶτα ἀποσφαγείσας γυμνάς. οὐδεὶς δὲ τῶν ἀπ᾽ αὐτοῦ ταφῆς τῆς νομιζομένης ἔτυχεν· οἳ μὲν γὰρ ζῶντες κατεκαύθησαν, οἳ δὲ κατατμηθέντες ἐς τὸ πέλαγος ἐξερρίφησαν. τοῦτο δὲ ἀπήντησεν αὐτῷ, Δίωνος τοῦ Ἱππαρίνου ἐπιθεμένου τῇ ἀρχῇ. αὐτὸς δὲ ἐν πενίᾳ μυρίᾳ διάγων κατέστρεψε τὸν βίον γηραιός. λέγει δὲ Θεόπομπος ὑπὸ τῆς ἀκρατοποσίας τῆς ἄγαν αὐτὸν διαφθαρῆναι τὰς ὄψεις, ὡς ἀμυδρὸν βλέπειν· ἀποκαθῆσθαι δὲ ἐν τοῖς κουρείοις καὶ γελωτοποιεῖν. καὶ ἐν τῷ μεσαιτάτῳ τῆς Ἑλλάδος ἀσχημονῶν διετέλει, βίον διαντλῶν ἀλγεινότατον. καὶ ἦν δεῖγμα οὐ τὸ τυχὸν τοῖς ἀνθρώποις ἐς σωφρο-