μια εἶναι ἀγαθὸς καὶ εἰπεῖν δεινός, ἀλλὰ καὶ παιδείαν ἀνδρειότατα ἐτίμα. Ἀριστοτέλει γοῦν χορηγήσας πλοῦτον ἀνενδεῆ, αἴτιος γέγονε πολλῆς καὶ ἄλλης πολυπειρίας, ἀτὰρ οὖν καὶ τῆς γνώσεως τῆς κατὰ τὰ ζῷα· καὶ τὴν ἱστορίαν αὐτῶν ὁ τοῦ Νικομάχου διὰ τὴν ἐκ Φιλίππου περιουσίαν ἐκαρπώσατο. καὶ Πλάτωνα δὲ ἐτίμησε καὶ Θεόφραστον.
20 Δημόκριτον τὸν Ἀβδηρίτην λόγος ἔχει τά τε ἄλλα γενέσθαι σοφὸν καὶ δὴ καὶ ἐπιθυμῆσαι λαθεῖν, καὶ ἐν ἔργῳ θέσθαι πάνυ σφόδρα τοῦτο. διὰ ταῦτά τοι καὶ πολλὴν ἐπῄει γῆν. ἧκεν οὖν καὶ πρὸς τοὺς Χαλδαίους ἐς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν. τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν ἐς τρία μέρη νεμηθεῖσαν τοῖς ἀδελφοῖς τοῖς τρισί, τἀργύριον μόνον λαβὼν ἐφόδιον τῆς ὀδοῦ, τὰ λοιπὰ τοῖς ἀδελφοῖς εἴασε. διὰ ταῦτά τοι καὶ Θεόφραστος αὐτὸν ἐπῄνει, ὅτι περιῄει κρείττονα ἀγερμὸν ἀγείρων Μενέλεω καὶ Ὀδυσσέως. ἐκεῖνοι μὲν γὰρ ἠλῶντο, αὐτόχρημα Φοινίκων ἐμπόρων μηδὲν διαφέροντες· χρήματα γὰρ ἤθροιζον, καὶ τῆς περιόδου καὶ τοῦ περίπλου ταύτην εἶχον τὴν πρόφασιν.
Ὅτι οί Ἀβδηρῖται ἐκάλουν τὸν Δημόκριτον Φιλοσοφίαν, τὸν δὲ Πρωταγόραν Λόγον. κατεγέλα δὲ πάντων ὁ Δημόκριτος καὶ ἔλεγεν αὐτοὺς μαίνεσθαι· ὅθεν καὶ Γελασῖνον αὐτὸν ἐκάλουν οἱ πολῖται. λέγουσι δὲ οἱ αὐτοὶ τὸν Ἱπποκράτην περὶ τὴν πρώτην ἔντευξιν ὑπὲρ τοῦ Δημοκρίτου δόξαν λαβεῖν ὡς μαινομένου· προϊούσης δὲ αὐτὁ̣̣̓ς τῆς συνουσίας ἐς ὑπερβολὴν θαυμάσαι τὸν ἄνδρα. λέγουσι δὲ Δωριέα ὄντα τὸν Ἱπποκράτην ἀλλ᾽ οὖν τὴν τοῦ Δημοκρίτου χάριν τῇ Ἰάδι φωνῇ συγγράψαι τὰ συγγράμματα.
21 Ὅτι παιδικὰ ἐγένετο Σωκράτους μὲν Ἀλκιβιάδης,