ἐς τοὺς Μολοττοὺς ἀφικόμενος ἐρρύσατο τὸν Θησέα, καὶ διὰ ταῦτα ἐκεῖνος αὐτῷ βωμὸν ἀνέστησε. καὶ οἱ ἑπτὰ ἐπὶ Θήβας Πρώνακτι καὶ ἐκεῖνοι χάριτας ἀπέδοσαν. διὰ γὰρ αὐτοὺς ἀπολομένου τοῦ Πρώνακτος τὸν ἀγῶνα ἔθεσαν ἐπ᾽ αὐτῷ, ὃν οἱ πολλοὶ οἴονται ἐπ᾽ Ἀρχεμόρῳ τεθῆναι ἐξ ἀρχῆς. καὶ Ἡρακλῆς δὲ ἀπέδωκε χάριτας Νέστορι. Νηλέως γὰρ αὐτὸν οὐ βουλομένου καθῆραι, οἱ μὲν ἄλλοι παῖδες σύμψηφοι ἦσαν τῷ Νηλεῖ, ὁ δὲ Νέστωρ οὐχί. καὶ διὰ ταῦτα ἑλὼν τὴν Πύλον Ἡρακλῆς τὸν μὲν Νηλέα καὶ τοὺς ἄλλους αὐτοῦ παῖδας ἀπέκτεινεν, οὐ μόνον δὲ ἐφείσατο Νέστορος, ἀλλὰ καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔχειν ἔδωκε. καὶ Ἀθηναῖοι δὲ πανδημεὶ τοῖς Ἡρακλέους ἀπογόνοις ἀπέτισαν χάριτας. ἐπεὶ γὰρ καὶ ἐκείνων ὁ προπάτωρ εὐεργέτης ἐγένετο τοῦ Θησέως, οἱ Ἀθηναῖοι διὰ ταῦτα κατήγαγον αὐτοὺς ἐς Πελοπόννησον. καὶ Ἡρακλῆς δὲ ἀπέδωκε χάριτας τοῖς ἐκ Κλεωνῶν τριακοσίοις καὶ ἑξήκοντα. τούτοις γὰρ ἐπὶ τοὺς Μολιονίδας συστρατεύσασιν αὐτῷ καὶ ἀποθανοῦσιν εὖ καὶ καλῶς ἀπέστη τῶν ἐν Νεμέᾳ τιμῶν, ἃς ἔλαβε παρὰ τῶν Νεμέων, ὅτε τὸν ἐπιχωριάζοντα αὐτοῖς καὶ λυμαινόμενον αὐτῶν τὰ ἔργα ἐχειρώσατο λέοντα. καὶ Μενεσθεὺς δὲ ὁ Πετεῶο περὶ τοὺς Τυνδαρίδας οὐκ ἐγένετο ἀχάριστος. ἐκβαλόντες γὰρ ἐκεῖνοι τοὺς Θησέως υἱοὺς καὶ τὴν μητέρα τὴν Θησέως Αἶθραν αἰχμάλωτον λαβόντες ἔδωκαν τὴν βασιλείαν τῷ Μενεσθεῖ. διὰ ταῦτα πρῶτος ὁ Μενεσθεὺς Ἄνακτάς τε καὶ Σωτῆρας ὠνόμασε. καὶ Δαρεῖος δὲ ὁ Ὑστάσπου παρὰ Συλοσῶντος λαβὼν ἱμάτιον ἔτι ἰδιώτης ὢν, ὅτε ἐγκρατὴς ἐγένετο τῆς βασιλείας, ἔδωκεν αὐτῷ τῆς πατρίδος τὴν ἀρχὴν τῆς Σάμου, χρύσεα χαλκείων φαίη τις ἄν.
Ὅτι ἡνίκα ἐβούλοντο Λακεδαιμόνιοι τὴν Ἀθη-