Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/131

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σπουδὴν εἶχεν, ὡς ἐπιλαθέσθαι πολλάκις αὐτὸν τροφὴν προσενέγκασθαι προστετηκότα τῇ τέχνῃ.

32 Ἀλέξανδρος ὁ Φιλίππου, παῖς ὢν οὔπω πρόσηβος, ἐμάνθανε κιθαρίζειν. τοῦ δὲ διδάσκοντος κροῦσαι κελεύσαντος χορδήν τινα σὺν μέλει καὶ ἣν ἀπῄτει τὰ κιθαρίσματα, ῾καὶ τί διοίσεἰ ἔφη ῾ἐὰν ταύτην κρούσω; ἑτέραν δείξας. ὃ δὲ οὐδὲν ἔφη διαφέρειν τῷ μέλλοντι βασιλεύσειν ἀλλὰ τῷ ἐπὶ τέχνῃ κιθαρίσειν μέλλοντι. ἔδεισε δὲ ἄρα οὗτος τὸ τοῦ Λίνου πάθος. τὸν γὰρ Ἡρακλῆ ὁ Λῖνος ἔτι παῖδα ὄντα κιθαρίζειν ἐπαίδευεν· ἀμουσότερον δὲ ἁπτομένου τοῦ ὀργάνου, ἐχαλέπηνε πρὸς αὐτὸν ὁ Λῖνος. ὃ δὲ ἀγανακτήσας ὁ Ἡρακλῆς τῷ πλήκτρῳ τοῦ Λίνου καθίκετο καὶ ἀπέκτεινεν αὐτόν.

33 Σάτυρος ὁ αὐλητὴς Ἀρίστωνος τοῦ φιλοσόφου πολλάκις ἠκροᾶτο, καὶ κηλούμενος ἐκ τῶν λεγομένων ἐπέλεγεν εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, τοὺς αὐλοὺς αἰνιττόμενος, καὶ τρόπον τινὰ τὴν τέχνην ἐκφαυλίζων παραβολῇ τῇ πρὸς φιλοσοφίαν.

34 Ὅτι Λάκωσι καὶ Ῥωμαίοις νόμος ἦν μὴ ἐξεῖναί τινι ὀψωνεῖν μήτε ἃ βούλεται μήτε ὅσα βούλεται· προσέταττον γὰρ διά τε τῶν ἄλλων σωφρονεῖν τοὺς. πολίτας καὶ διὰ τῆς τραπέζης οὐχ ἥκιστα.

35 Λόγος δέ τις διαρρεῖ καὶ οὗτος Ἀττικός, ὃς λέγει πρότερον ἐν Ἀκαδημείᾳ μηδὲ γελάσαι ἐξουσίαν εἶναι· ὕβρει γὰρ καὶ ῥᾳθυμίᾳ ἐπειρῶντο τὸ χωρίον ἄβατον φυλάττειν.

36 Ἀριστοτέλης ὅτε ἀπέλιπε τὰς Ἀθήνας δέει τῆς κρίσεως, πρὸς τὸν ἐρόμενον αὐτὸν ῾τίς ἐστιν ἡ τῶν Ἀθηναίων πόλις;᾿ ἔφη ῾παγκάλη· ἀλλ᾽ ἐν αὐτῇ

ὄγχνη ἐπ᾽ ὄγχνῃ γηράσκει, σῦκον δ᾽ ἐπὶ σύκῳ,