Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/130

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Πλάτων ὁ Ἀρίστωνος ὑπὸ πενίας φασὶ καταπονούμενος ἔμελλεν ἐπὶ στρατείαν ἀποδημῆσαι· καταληφθεὶς δὲ ὑπὸ Σωκράτους ὠνούμενος ὅπλα ὁ Πλάτων, ἀνεστάλη τῆς ὁρμῆς, διαλεχθέντος αὐτῷ τοῦ Σωκράτους ἃ εἰκὸς ἦν καὶ πείσαντος φιλοσοφίας ἐπιθυμῆσαι.

28 Ὁρῶν ὁ Σωκράτης τὸν Ἀλκιβιάδην τετυφωμένον ἐπὶ τῷ πλούτῳ καὶ μέγα φρονοῦντα ἐπὶ τῇ περιουσίᾳ καὶ ἔτι πλέον ἐπὶ τοῖς ἀγροῖς, ἤγαγεν αὐτὸν ἔς τινα τῆς πόλεως τόπον ἔνθα ἀνέκειτο πινάκιον ἔχον γῆς περίοδον, καὶ προσέταξε τῷ Ἀλκιβιάδῃ τὴν Ἀττικὴν ἐνταῦθ᾽ ἀναζητεῖν. ὡς δ᾽ εὗρε, προσέταξεν αὐτῷ τοὺς ἀγροὺς τοὺς ἰδίους διαθρῆσαι. τοῦ δὲ εἰπόντος ῾ἀλλ᾽ οὐδαμοῦ γεγραμμένοι εἰσίν᾽ ῾ἐπὶ τούτοις οὖν᾽ εἶπε ῾μέγα φρονεῖς, οἵπερ οὐδὲν μέρος τῆς γῆς εἰσιν;᾿

29 Διογένης ὁ Σινωπεὺς συνεχῶς ἐπέλεγεν ὑπὲρ ἑαυτοῦ ὅτι τὰς ἐκ τῆς τραγῳδίας ἀρὰς αὐτὸς ἐκπληροῖ καὶ ὑπομένει· εἶναι γὰρ

πλάνης ἄοικος πατρίδος ἐστερημένος
πτωχὸς δυσείμων βίον ἔχων ἐφήμερον.

καὶ ὅμως ἐπὶ τούτοις μέγα ἐφρόνει οὐδὲν ἧττον ἢ Ἀλέξανδρος ἐπὶ τῇ τῆς οἰκουμένης ἀρχῇ, ὅτε καὶ Ἰνδοὺς ἑλὼν ἐς Βαβυλῶνα ὑπέστρεψεν.

30 Ἀμοιβεὺς ὁ κιθαρῳδὸς σωφρονέστατος ἐλέγετο καὶ γυναῖκα ὡραιοτάτην ἔχων μὴ ὁμιλεῖν αὐτῇ· καὶ Διογένης ὁ τῆς τραγῳδίας ὑποκριτὴς τὴν ἀκόλαστον κοίτην ἀπείπατο παντελῶς πᾶσαν. Κλειτόμαχος δὲ ὁ παγκρατιαστὴς εἴ ποτε καὶ κύνας εἶδε συμπλεκομένους, ἀπεστρέφετο· καὶ ἐν συμποσίῳ εἴ τις ἀφροδίσιος λόγος παρερρύη, ἀναστὰς ἀπηλλάττετο.

Νικίας ὁ ζωγράφος τοσαύτην περὶ τὸ γράφειν