Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/128

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

προθυμίαν ἀπαγορεύων. ἐκεῖνα δὲ οὐκέτι καλὰ Ἀλεξάνδρου. δίου μηνός φασι πέμπτῃ ἔπινε παρὰ Μηδίῳ, εἶτα ἕκτῃ ἐκάθευδεν ἐκ τοῦ πότου, καὶ τοσοῦτον ἐκείνης τῆς ἡμέρας ἔζησεν, ὅσον ἀναστὰς χρηματίσαι τοῖς ἡγεμόσιν ὑπὲρ τῆς αὔριον πορείας, λέγων ὅτι ἔσται πρωί. καὶ ἑβδόμῃ εἱστιᾶτο παρὰ Περδίκκᾳ, καὶ ἔπινε πάλιν, καὶ ὀγδόῃ ἐκάθευδε. πέμπτῃ δὲ ἐπὶ δέκα τοῦ αὐτοῦ μηνὸς καὶ ταύτῃ ἔπινε, καὶ τῇ ἑπομένῃ τὰ εἰθισμένα ἔδρα τὰ ἐκ τοῦ πότου. παρὰ Βαγώᾳ δὲ ἐδείπνησε τετράδι μετὰ εἰκάδα· ἀπεῖχε δὲ τῶν βασιλείων ὁ Βαγώα οἶκος δέκα σταδίους· εἶτα τῇ τρίτῃ ἐκάθευδε. δυοῖν οὖν θάτερον, ἢ Ἀλέξανδρος κακῶς τοσαύτας τοῦ μηνὸς ἡμέρας ἑαυτὸν ζημιοῖ διὰ τὸν οἶνον, ἢ οἱ ταῦτα ἀναγράψαντες ψεύδονται. ἔξεστι δὲ ἐκ τούτων ἐννοεῖν καὶ τοῦ λοιποῦ χρόνου τὰ ὅμοια αὐτοὺς λέγοντας, ὧν καὶ Εὐμένης ὁ Καρδιανὸς καὶ ἐκεῖνός ἐστι.

24 Ξενοφῶντι ἔμελε τῶν τε ἄλλων σπουδαίων, καὶ οὖν καὶ ὅπλα καλὰ ἔχειν. νικῶντι γὰρ ἔλεγε τοὺς πολεμίους τὴν καλλίστην στολὴν ἁρμόττειν, καὶ ἀποθνήσκοντα ἐν τῇ μάχῃ κεῖσθαι καλῶς ἐν καλῇ τῇ πανοπλίᾳ· τῷ γὰρ ἀνδρὶ τῷ γενναίῳ ταῦτα εἶναι τὰ ἐντάφια τὰ ὡς ἀληθῶς κοσμοῦντα αὐτόν. λέγεται οὖν ὁ τοῦ Γρύλλου τὴν μὲν ἀσπίδα Ἀργολικὴν ἔχειν, τὸν δὲ θώρακα Ἀττικόν, τὸ δὲ κράνος Βοιωτουργές, τὸν δὲ ἵππον Ἐπιδαύριον. φιλοκάλου δὲ ἔγωγε ἂν φαίην εἶναι ἀνδρὸς τὰ τοιαῦτα καὶ ἀξιοῦντος ἑαυτὸν τῶν καλῶν.

25 Ὁ Λεωνίδης ὁ Λακεδαιμόνιος καὶ οἱ σὺν αὐτῷ τριακόσιοι τὸν μαντευόμενον αὐτοῖς θάνατον εἵλοντο ἐν Πύλαις, καὶ ὑπὲρ τῆς Ἑλλάδος εὖ καὶ καλῶς ἀγωνισάμενοι τέλους ἔτυχον εὐκλεοῦς, καὶ δόξαν ἑαυτοῖς ἀθάνατον ἀπέλιπον καὶ φήμην ἀγαθὴν δι᾽ αἰῶνος.