Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/121

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἤδη καὶ διατεθρύληται, ὡς εἰσὶ πιεῖν δεινότατοι. οὐ διαπεφεύγασι δὲ ταύτην τὴν αἰτίαν οὐδὲ Ἰλλυριοί, ἀλλ᾽ ἐκεῖνοί γε προσειλήφασι κἀκεῖνο τὸ ἐπίκλημα, ὅτι ἐφεῖται τοῖς ἐν τῷ συνδείπνῳ παροῦσι ξένοις προπίνειν ταῖς γυναιξίν, ἕκαστον ᾗ ἂν βούληται, κἂν μηδὲν προσήκῃ ἡ γυνὴ αὐτῷ.

16 Εἶτα τίς ἀμείνων ἦν στρατηγεῖν, Δημήτριος ὁ πολιορκητὴς ἢ Τιμόθεος ὁ Ἀθηναῖος; ἐγὼ μὲν ἐρῶ τὸν τῶν ἀμφοτέρων τρόπον· ἔνεστι δ᾽ ὑμῖν προτιμῆσαι τὸν ἕτερον. Δημήτριος μὲν βίᾳ καὶ πλεονεξίᾳ καὶ λυπῶν τὰ μέγιστα καὶ ἀδικῶν ᾕρει τὰς πόλεις μηχανὰς προσάγων καὶ κατασείων καὶ ὑπορύττων τὰ τείχη, Τιμόθεος δὲ πείθων καὶ διδάσκων λόγῳ ὅτι λυσιτελέστερόν ἐστι τῶν Ἀθηναίων ἀκούειν.

17 Ἐπολιτεύσαντο οὖν καὶ φιλόσοφοι, μηδ᾽ αὐτὸ τοῦτο μόνον τὴν διάνοιαν ἀγαθοὶ γενόμενοι ἐφ᾽ ἡσυχίας κατεβίωσαν. ἐπηνώρθωσαν γὰρ τὰ κοινὰ Ζάλευκος μὲν τὰ ἐν Λοκροῖς, Χαρώνδας δὲ τὰ ἐν Κατάνῃ καὶ τὰ ἐν Ῥηγίῳ, ὅτε ἐκ Κατάνης ἔφευγε. Ταραντίνοις δὲ ἐγένετο ἀγαθὸν Ἀρχύτας, Σόλων δὲ Ἀθηναίοις, Βίας δὲ καὶ Θαλῆς τὴν Ἰωνίαν πολλὰ ὤνησαν, Χίλων δὲ Λακεδαιμονίους, Μυτιληναίους γε μὴν Πιττακός, Κλεόβουλος δὲ Ῥοδίους. καὶ Ἀναξίμανδρος δὲ ἡγήσατο τῆς ἐς Ἀπολλωνίαν ἐκ Μιλήτου ἀποικίας. ἀλλὰ καὶ Ξενοφῶν στρατιώτης ἀγαθὸς ἦν καὶ ἀμείνων στρατηγός, ὅτε Κύρῳ συνανέβη· καὶ Κῦρος μὲν καὶ οἱ σὺν αὐτῷ ἀπέθανον, καλούσης δὲ τῆς χρείας τὸν δυνησόμενον σῶσαι τοὺς Ἕλληνας καὶ ἀγαγεῖν τὴν ὀπίσω ἐς τὰ οἰκεῖα, οὗτος ἐκεῖνος ἦν. Πλάτων δὲ ὁ Ἀρίστωνος Δίωνα κατήγαγεν ἐς Σικελίαν, καὶ δι᾽ ὧν αὐτῷ συνεβούλευε καὶ ἐδίδασκε, διὰ τούτων τὴν τυραννίδα τὴν Διονυσίου κατέλυσε. Σωκράτης δὲ